Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/127

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐκείνου λειψάνων ἐκφύονται, ζῷον φιλεργότατον καὶ τῶν καρπῶν τὸν ἄριστόν τε καὶ γλύκιστον ἐν ἀνθρώποις παρασκευάζον, τὸ μέλι.


Γ

1 Μαυρουσίῳ δὲ ἀνδρὶ ὁ λέων καὶ ὁδοῦ κοινωνεῖ καὶ πίνει τῆς αὐτῆς πηγῆς ὕδωρ. ἀκούω δὲ ὅτι καὶ ἐς τὰς οἰκίας τῶν Μαυρουσίων οἱ λέοντες φοιτῶσιν, ὅταν αὐτοῖς ἀπαντήσῃ ἀθηρία καὶ λιμὸς αὐτοὺς ἰσχυρὸς περιλάβῃ. καὶ ἐὰν μὲν παρῇ ὁ ἀνήρ, ἀνείργει τὸν λέοντα καὶ ἀναστέλλει διώκων ἀνὰ κράτος· ἐὰν δὲ ὃ μὲν ἀπῇ, μόνη δὲ ἡ γυνὴ καταλειφθῇ, λόγοις αὐτὸν ἐντρεπτικοῖς ἴσχει τοῦ πρόσω καὶ ῥυθμίζει, σωφρονίζουσα ἑαυτοῦ κρατεῖν καὶ μὴ φλεγμαίνειν ὑπὸ τοῦ λιμοῦ. ἐπαΐει δὲ ἄρα λέων φωνῆς Μαυρουσίας, καὶ ὁ νοῦς τῆς ἐπιπλήξεως τῇ γυναικὶ τῆς πρὸς τὸ θηρίον τοιόσδε ἐστίν, ὡς ἐκεῖνοι λέγουσι· ῾σὺ δὲ οὐκ αἰδῇ λέων ὢν ὁ τῶν ζῴων βασιλεὺς ἐπὶ τὴν ἐμὴν καλύβην ἰών, καὶ γυναικὸς δεόμενος ἵνα τραφῇς, καὶ δίκην ἀνθρώπου λελωβημένου τὸ σῶμα ἐς χεῖρας γυναικείας ἀποβλέπεις, ἵνα οἴκτῳ καὶ ἐλέῳ τύχῃς ὧν δέῃ; ὃν δέον ἐς ὀρείους ὁρμῆσαι διατριβὰς ἐπί τε ἐλάφους καὶ βουβαλίδας καὶ τὰ λοιπὰ ὅσα λεόντων δεῖπνον ἔνδοξον. κυνιδίου δὲ ἀθλίου φύσει ἀγαπᾷς παρατραφῆναι.᾿ καὶ ἣ μὲν ἐπᾴδει τοιαῦτα, ὃ δὲ ὥσπερ οὖν πληγεὶς τὴν ψυχὴν καὶ ὑποπλησθεὶς αἰδοῦς ἡσυχῆ καὶ κάτω βλέπων ἀπαλλάττεται, ἡττηθεὶς τῶν δικαίων. εἰ δὲ ἵπποι καὶ κύνες διὰ τὴν συντροφίαν ἀπειλούντων ἀνθρώπων συνιᾶσι