Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/123

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτοῦ ὑπὸ πενίας, κλονοῦνται τὴν γαστέρα καὶ στρέφονται. λυποῦσι δὲ καὶ τοὺς ἐν ταῖς ὑδροθηρίαις ὑποδυομένους τε καὶ νηχομένους, πολλαὶ καὶ δηκτικαὶ προσπίπτουσαι, ὡς αὐτόχρημα ἐπὶ τῆς γῆς αἱ μυῖαι· καὶ δεῖ σοβεῖν αὐτὰς ἤ κολάζεσθαι ἐσθιόμενον· σοβοῦντι δὲ ἐκ τῆς ἀσχολίας ἀπόλωλε τὸ ἔργον.

Λαγὼς δὲ θαλάττιος βρωθεὶς καὶ θάνατον ἤνεγκε πολλάκις, πάντως δὲ τὴν γαστέρα ὠδύνησεν. τίκτεται δὲ ἄρα ἐν πηλῷ, οὐκ ὀλιγάκις δὲ ταῖς ἀφύαις συναλίσκεται· εἴη δ᾽ ἂν κατὰ τὸν κοχλίαν τὸν γυμνὸν τὸ εἶδος.

46 Γὺψ νεκρῷ πολέμιος. ἐσθίει γοῦν ἐμπεσὼν ὡς ἐχθρὸν καὶ φυλάσσει τεθνηξόμενον. καὶ μέντοι καὶ ταῖς ἐκδήμοις στρατιαῖς ἕπονται γῦπες, καὶ μάλα γε μαντικῶς ὅτι ἐς πόλεμον χωροῦσιν εἰδότες, καὶ ὅτι μάχη πᾶσα ἐργάζεται νεκρούς, καὶ τοῦτο ἐγνωκότες. γῦπα δὲ ἄρρενα οὔ φασι γίνεσθαί ποτε, ἀλλὰ θηλείας ἁπάσας· ὅπερ ἐπιστάμενα τὰ ζῷα καὶ ἐρημίαν τέκνων δεδιότα ἐς ἐπιγονὴν τοιαῦτα δρᾷ. ἀντίπρῳροι τῷ νότῳ πέτονται· εἰ δὲ μὴ εἴη νότος, τῷ εὔρῳ κεχήνασι, καὶ τὸ πνεῦμα ἐσρέον πληροῖ αὐτάς, καὶ κύουσι τριῶν ἐτῶν. λέγουσι δὲ νεοττιὰν μὴ ὐποπλέκειν γῦπα. τοὺς δὲ αἰγυπιούς, ἐν μεθορίῳ γυπῶν ὄντας καὶ ἀετῶν, εἶναι καὶ ἄρρενας καὶ τὴν χρόαν πεφυκέναι μέλανας. καὶ τούτων μὲν ἀκούω καὶ νεοττιὰς δείκνυσθαι· γῦπας δὲ μὴ ᾠὰ τίκτειν πέπυσμαι, νεοττοὺς δὲ ὠδίνειν. καὶ ὡς ἀπὸ γενεᾶς κατάπτεροί εἰσι, καὶ τοῦτο ἤκουσα.

47 Ἰκτῖνος ἐς ἁρπαγὴν ἀφειδέστατος. οἵδε τῶν μὲν ἐξ ἀγορᾶς ἐμποληθέντων κρεαδίων ἐὰν γένωνται κρείττους, ἥρπασαν προσπεσόντες, τῶν δὲ ἐκ τῆς τοῦ Διὸς ἱερουργίας οὐκ ἂν προσάψαιντο.