Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/122

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀγρίαν θριδακίνην ἀνασπῶσι, καὶ τὸν ὀπὸν αὐτῆς πικρὸν ὄντα καὶ δριμὺν ὑπὲρ τῶν ὀφθαλμῶν αἰωροῦσι τῶν σφετέρων, καὶ λειβόμενον δέχονται, καὶ τοῦτο αὐτοῖς ὑγίειαν ἐργάζεται. λέγουσι δὲ καὶ τοὺς ἰατρικοὺς χρῆσθαι τῷδε τῷ φαρμάκῳ ἐς τὴν χρείαν τῶν καμνόντων τὴν αὐγήν, καὶ ἐκ τῶν ὀρνίθων ἡ ἴασις κέκληται· καὶ οὐκ ἀρνοῦνται μαθηταὶ ἀκούοντες ὀρνίθων οἱ ἄνθρωποι, ἀλλὰ ὁμολογοῦσι. λέγεται δὲ καὶ θεοσύλην ἐν Δελφοῖς ἐλέγξαι ποτὲ ἱέραξ, ἐμπίπτων τε αὐτῷ καὶ παίων τὴν κεφαλήν. πιστεύονται δὲ εἶναι ἱέρακες καὶ νόθοι, ἀντικριθέντες πρὸς τὰς τῶν ἀετῶν φυλάς. ἦρος δὲ ἀρχομένου οἱ έν Αἰγύπτῳ τῶν ἁπάντων δύο προαιροῦνται, καὶ ἀποστέλλουσι κατασκεψομένους νήσους τινὰς ἐρήμους, αἵπερ οὖν τῆς Λιβύης πρόκεινται. εἶτα ὑποστρέφουσιν οὗτοι, καὶ ἡγοῦνται τῆς πτήσεως τοῖς ἄλλοις. οἱ δὲ ἥκοντες ἑορτὴν ὑπὲρ τῆς ἐπιδημίας τοῖς ἐν τῇ Λιβύῃ παρέχουσι· σίνονται γὰρ οὐδὲ ἕν. παρελθόντες δὲ ἐς τὰς νήσους, ἃς οἱ πρῶτοι θεασάμενοι τῶν ἄλλων ἐπιτηδειοτέρας σφίσιν ἔκριναν, ἐνταῦθα κατὰ πολλὴν τὴν γαλήνην τε καὶ ἡσυχίαν ἀποτίκτουσι καὶ ἐκγλύφουσι, καὶ θηρῶνται στρουθοὺς καὶ πελειάδας, καὶ τοὺς νεοττοὺς ἐν ἀφθόνοις ἐκτρέφουσιν· εἶτα ἤδη παγέντας καὶ ἐκπετησίμους γεγενημένους παραλαβόντες ἐς τὴν Αἴγυπτον ἀπάγουσιν, ὥσπερ οὖν ἐς τὰ οἰκεῖα τὰ πατρῷα τὰς ἐν τοῖς συντρόφοις χωρίοις διατριβάς.

44 Αἱ ἰουλίδες ἰχθῦς εἰσι πέτραις ἔντροφοι, καὶ ἔχουσιν ἰοῦ τὸ στόμα ἔμπλεων καὶ ὅτου ἂν ἰχθύος ἀπογεύσωνται, ἄβρωτον ἀπέφηναν αὐτόν. ἤδη δὲ καὶ οἱ ἁλιεῖς ἡμιβρώτῳ καρίδι περιτυχόντες, καὶ ἀξιώσαντες τὸ θήραμα ἄπρατον ὄν, εἰ ἀπογεύσαιντο