Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/120

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ ἐπιποτᾶται παραφυλάττων· ὅταν δὲ τὸν ταῦρον θεάσηται πλησίον κρημνοῦ γεγενημένον, κυκλώσας τὰ πτερὰ καὶ ὑπερτείνας αὐτοῦ τῶν ὀφθαλμῶν, ἐποίησε τὰ ἐν ποσὶ μὴ προϊδόμενον κατενεχθῆναι βιαιότατα. εἶτα ἐμπεσὼν καὶ ἀναρρήξας τὴν γαστέρα, ῥᾳδίως χρῆται τῇ ἄγρᾳ, ἐς ὅσον ἐθέλει. θήρας δὲ ἄλλοτρίας οὐχ ἅπτεται κειμένης, ἀλλὰ χαίρει τοῖς ἑαυτοῦ πόνοις, κοινωνίαν τε τὴν πρὸς ἄλλον ἥκιστα ἐνδέχεται. κορεσθεὶς δὲ εἶτα τοῦ λοιποῦ πονηρὸν ἆσθμα καὶ δυσωδέστατον καταπνεύσας, ἄβρωτα τοῖς ἄλλοις τὰ λείψανα ἐᾷ. καὶ μέντοι καὶ ἀλλήλων ἀπῳκισμένας οἰκοῦσι καλιὰς ὑπὲρ τοῦ μὴ διαφέρεσθαι ὑπὲρ θήρας καὶ λυπουμένους λυπεῖν πολλάκις.

40 Ἦν δὲ ἄρα γένος ἀετῶν καὶ πρὸς τοὺς τρέφοντας φιλόστοργον, ὥσπερ οὖν καὶ ὁ τοῦ Πύρρου. τοῦτόν τοί φασι καὶ ἐπαποθανεῖν τῷ δεσπότῃ τροφῆς ἀποστάντα. ἤδη δὲ καὶ ἀνδρὸς ἰδιώτου ἀετὸς τρόφιμος καομένου τοῦ δεσπότου ἐς τὴν πυρὰν ἑαυτὸν ἐνέβαλεν· οἳ δὲ οὐκ ἀνδρός, ἀλλὰ γυναικὸς τὸ θρέμμα εἶναί φασι. ζηλοτυπώτατον δὲ ἄρα ἦν ζῷον ἀετὸς πρὸς τὰ νεόττια. ἐὰν γοῦν θεάσηταί τινα προσιόντα, ἀπελθεῖν ἀτιμώρητον οὐκ ἐπιτρέπει· παίει γὰρ τοῖς πτεροῖς αὐτὸν καὶ τοῖς ὄνυξι λυμαίνεται, καὶ ἐπιτίθησίν οἱ πεφεισμένως τὴν δίκην· οὐ γὰρ χρῆται τῷ στόματι.

41 Ἔστι δὲ θαλαττίων ζῴων τρίγλη λιχνότατον, καὶ ἐς τὸ ἀπογεύσασθαι παντὸς τοῦ παρατυχόντος ἀναμφιλόγως ἀφειδέστατον. καί τινες καλοῦνται λεπρώδεις αὐτῶν, σπάσασαι τὸ ὄνομα ἐκ τῶν χωρίων, ἅπερ οὖν πέρας ἔχει λεπράς τε καὶ ἀραιάς, καὶ φυκία μέσα τούτων δασέα, καί που καὶ ὑποκάθηται πηλὸς ἢ ψάμμος. φάγοι δ᾽ ἂν τρίγλη καὶ ἀνθρώπου νεκροῦ