Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/119

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κήκοα ἱερὰ τῆς σελήνης ἡ ὄρνις ἐστί. τοσούτων γοῦν ἡμερῶν τὰ ᾠὰ ἐκγλύφει, ὅσων ἡ θεὸς αὔξει τε καὶ λήγει. τῆς δὲ Αἰγύπτου οὔποτε ἀποδημεῖ. τὸ δὲ αἴτιον, νοτιωτάτη χωρῶν ἁπασῶν Αἴγυπτός ἐστι, καὶ ἡ σελήνη δὲ νοτιωτάτη τῶν πλανωμένων ἄστρων πεπίστευται. ἑκοῦσα μὲν οὖν οὐκ ἂν ἀποδημήσειεν ἡ ἶβις· εἰ δέ τις ἐπιθέμενος αὐτῇ κατὰ τὸ καρτερὸν ἐξαγάγοι, ἡ δὲ ἀμύνεται τὸν ἐπιβουλεύσαντα, ἐς οὐδὲν αὐτῷ τὴν σπουδὴν προάγουσα· ἑαυτὴν γὰρ ἀποκτείνει λιμῷ, καὶ ἀνόνητον τὴν προθυμίαν ἀποφαίνει τῷ προειρημένῳ. βαδίζει δὲ ἡσυχῆ καὶ κορικῶς, καὶ οὐκ ἂν αὐτὴν θᾶττον ἢ βάδην προϊοῦσαν θεάσαιτό τις. καὶ τούτων αἱ μέλαιναι τοὺς πτερωτοὺς ὄφεις ἐξ Ἀραβίας ἐς Αἴγυπτον παρελθεῖν οὐκ ἐπιτρέπουσι, τῆς γῆς τῆς φίλης προπολεμοῦσαι· αἱ δὲ ἕτεραι τοὺς ἐξ Αἰθιοπίας κατὰ τὴν τοῦ Νείλου ἐπίκλυσιν ἀφικνουμένους ἀπαντῶσαι διαφθείρουσιν. ἢ τί ἂν ἐκώλυσε διὰ τῆς ἐκείνων ἐπιδημίας τοὺς Αἰγυπτίους ἀπολωλέναι;

39 Ἀκούω δέ τι καὶ γένος ἀετῶν, καὶ ὄνομα αὐτῷ χρυσάετον ἔθεντο, ἄλλοι δὲ ἀστερίαν τὸν αὐτὸν καλοῦσιν· ὁρᾶται δὲ οὐ πολλάκις. λέγει δὲ Ἀριστοτέλης αὐτὸν θηρᾶν καὶ νεβροὺς καὶ λαγὼς καὶ γεράνους καὶ χῆνας ἐξ αὐλῆς. μέγιστος δὲ ἀετῶν εἶναι πεπίστευται, καὶ λέγουσί γε καὶ ταύροις ἐπιτίθεσθαι αὐτὸν κατὰ τὸ καρτερόν, καὶ περιηγοῦνται τὸ ἔργον τὸν τρόπον τοῦτον. ὃ μὲν κεκυφὼς κάτω νέμεται ὁ ταῦρος· ὁ δὲ ἀετὸς ἐπὶ τῷ τένοντι τοῦ ζῴου καθίσας ἑαυτὸν παίει τῷ στόματι συνεχέσι τε καὶ καρτεραῖς ταῖς πληγαῖς· ὃ δὲ ὥσπερ οἰστρηθεὶς ἐξάπτεται, καὶ ᾗ ποδῶν ἔχει φυγῆς ἄρχεται. καὶ ἕως μέν ἐστιν εὐήλατα, ὁ ἀετὸς ἥσυχός ἐστι