Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/110

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἵνα μή ποτε ἄρδην ἐς ἕρμα περισχεθὲν ἀπόληται, ἡ τοίνυν τοῦ βίου ὑπόθεσις τῷ μεγίστῳ τὸ βράχιστόν ἐστιν. ἔοικε δὲ καταπιανθὲν τὸ ζῷον μήτε ὁρᾶν ἔτι μήτε ἀκούειν, εἶναι δὲ πρόβλημα καὶ τῆς ὄψεως καὶ τῆς ἀκοῆς τῶν σαρκῶν τὸν ὄγκον. οὐχ ὁρᾶται δὲ τοῦ κήτους ἔρημος, ἀλλὰ ἀνάγκη, τοῦ πάντων αὐτῷ τῶν προειρημένων αἰτίου προαπολωλότος, καὶ ἐκεῖνο ἀπολέσθαι.

14 Χαμαιλέων τὸ ζῷον ἐς μίαν χρόαν οὐ πέφυκεν οὔτε ὁρᾶσθαι οὔτε γνωρίζεσθαι, κλέπτει δὲ ἑαυτὸν πλανῶν τε ἅμα καὶ παρατρέπων τὴν τῶν ὁρώντων ὄψιν. εἰ γὰρ περιτύχοις μέλανι τὸ εἶδος, ὃ δὲ ἐξέτρεψε τὸ μόρφωμα ἐς χλωρότητα, ὥσπερ οὖν μεταμφιεσάμενος· εἶτα μέντοι ἀλλοῖος ἐφάνη γλαυκότητα ὑποδύς, καθάπερ προσωπεῖον ἕτερον ἢ στολὴν ὑποκριτὴς ἄλλην. ἐπεὶ τοίνυν ταῦθ᾽ οὕτως ἔχει, φαίη τις ἂν καὶ τὴν φύσιν μὴ καθέψουσαν μηδὲ ἐπιχρίουσαν φαρμάκοις, ὥσπερ οὖν ἢ Μήδειάν τινα ἢ Κίρκην, καὶ ἐκείνην φαρμακίδα εἶναι.

15 Πομπίλον πελάγιον καὶ βυθῷ φιληδοῦντα εἰδέναι χρὴ μάλιστα ἰχθύων ὧν ἴσμεν ἀκοῇ· μισεῖ δὲ ἢ αὐτὸς τὴν γῆν ἢ τὸν ἰχθὺν ἐκείνη. τεμνούσας δὲ ἄρα μέσον τὸν πόρον τὰς ναῦς οἵδε οἱ πομπίλοι ὥσπερ οὖν ἐρωμένας προσνέοντες δορυφοροῦσι, καὶ δεῦρο καὶ ἐκεῖσε περιέρχονται χορεύοντες ἅμα καὶ πηδῶντες. οἱ μὲν οὖν περίνεῳ ὁπόσον ἀφεστᾶσι τῆς γῆς, οὐδὲ ἓν αὐτοῖς εἰδέναι πάρεστι δήπου· οἱ δὲ ναῦται, κλέπτεσθαι μέντοι καὶ αὐτοῖς τὸ ἀληθὲς εἴωθεν. οἵ γε μὴν πομπίλοι μακρόθεν ᾔσθοντο δίκην εὐρίνου κυνὸς τὸ θήραμα ἑλούσης τάχιστα, καὶ οὐκέτι τοσοῦτος αὐτοὺς ἔρως νεὼς καταλαμβάνει, ὡς παραμένειν, ἀλλὰ οἷα ὑπὸ συνθήματι ἀθρόοι γενό-