Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/109

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ταῖς προβοσκίσι τὸ ποτὸν ἔπινον κεκοσμημένως, εἶτα ἀπέρραινον σὺν παιδιᾷ καὶ οὐχ ὕβρει. πολλὰ δὲ καὶ ἄλλα ἀνέγραψαν τοιαῦτα τῆς ἰδιότητος τῶνδε τῶν ζῴων σοφὰ καὶ ἐκπληκτικά. ἐγὼ δὲ εἶδον καὶ γράμματα γράφοντα ἐπὶ πίνακος Ῥωμαῖα ἀστραβῶς τῇ προβοσκίδι καὶ ἀτρέπτως· πλὴν ἐπέκειτο ἡ χεὶρ τοῦ διδάξαντος ἐς τὴν τῶν γραμμάτων παιδαγωγοῦσα περιγραφήν, ἔστε ἀπογράψαι τὸ ζῷον· τὸ δὲ ἀτενὲς ἑώρα κάτω. πεπαιδευμένους εἶναι τοὺς ὀφθαλμοὺς τῷ ζῴῳ καὶ γραμματικοὺς εἶπες ἄν.

12 Ἔχει μέντοι καὶ ὁ λαγὼς συμφυεῖς ἰδιότητας. ἐκπεπταμένοις μὲν γὰρ τοῖς βλεφάροις καθεύδει, κάτηγορεῖ δὲ αὑτοῦ τὰ ἔτη τρώγλας τινὰς ὑποφαίνων. φέρει δὲ καὶ ἐν τῇ νηδύι τὰ μὲν ἡμιτελῆ, τὰ δὲ ὠδίνει, τὰ δὲ ἤδη οἱ τέτεκται.

13 Τὰ κήτη τὰ μεγάλα πάντα ἄνευ κυνῶν δεῖται τοῦ ἡγεμόνος, καὶ τοῖς ὀφθαλμοῖς ἐκείνου ἄγεται. ἔστι δὲ ἰχθὺς μικρὸς καὶ λεπτός, τὴν κεφαλὴν προμήκης· στενὸν δὲ αὐτῷ τὸ οὐραῖον συμπέφυκεν, ὡς οἱ τούτων λέγουσι σοφοί. εἴτε δὲ αὐτὸν ἐκεῖνον παρέδωκε τῷ κήτει ἡ φύσις ἑκάστῳ, εἴτε φιλίᾳ αὐτῷ ἑκὼν πρόσεισιν, οὐκ οἶδα· φύσεως δὲ ἀνάγκην εἶναι τὸ πραττόμενον μᾶλλον πεπίστευκα. νήχεται γὰρ ὅδε ὁ ἰχθὺς οὐδεπώποτε ἑαυτῷ, πρόεισι δὲ τῆς τοῦ κήτους κεφαλῆς, καὶ ἡγεμών ἐστιν αὐτοῦ, καὶ ὡς εἰπεῖν οἴαξ. προορᾷ γοῦν ἐκείνῳ τὰ πάντα καὶ προαισθάνεται τῷ αὐτῷ, καὶ προδιδάσκει ἕκαστα τῆς οὐρᾶς τῷ ἄκρῳ, καὶ παρέψαυσε τούτῳ, καὶ ἔδωκε σύνθημα, καὶ τῶν μὲν φοβερῶν ἀνέστειλεν, ἐπί γε μὴν τὰ θρέψοντα προάγει, καὶ τὴν ἐκ τῶν θηρατῶν ἐπιβουλὴν διδάσκει σημείῳ τινὶ ἀτεκμάρτῳ, καὶ τῶν τόπων ὧν οὐ χρὴ τοσοῦτον θηρίον ἐπιβῆναι προμηνύει,