Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/107

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δάγμασι δελέατα ἄττα ἐπάγων καὶ τροφὰς ἡδίστας καὶ πεποικιλμένας ἐς τὸ ἐπαγωγόν τε καὶ ἐφολκόν, ὡς εἴ τι μὲν ἦν ἀγριότητος, τοῦτο ἐκβαλεῖν, ἀπαυτομολῆσαι δὲ πρὸς τὸ ἥμερον καὶ ἁμωσγέπως ἀνθρώπειον. καὶ ἦν γε τὰ μαθήματα αὐλῶν ἀκούοντας μὴ ἐκμαίνεσθαι, καὶ τυμπάνων ἀράβου κροτοῦντος μὴ ταράττεσθαι, καὶ κηλεῖσθαι σύριγγι, φέρειν δὲ καὶ ἤχους ἐκμελεῖς καὶ ποδῶν ἐμβαινόντων ψόφον καὶ ᾠδὴν συμμιγῆ· ἐξεπονήθησαν δὲ καὶ ἀνθρώπων πλῆθος μὴ δεδιέναι. ἦν δὲ καὶ ἐκεῖνα διδάγματα ἀνδρικά, πρὸς τὴν τῆς πληγῆς καταφορὰν μὴ θυμοῦσθαι, μηδὲ μὴν ἀναγκαζομένους λυγίζειν τι τῶν μελῶν καὶ κάμπτειν ὀρχηστικῶς τε καὶ χορικῶς εἶτα ἐς θυμὸν ἐξάπτεσθαι, καὶ ταῦτα ῥώμης τε καὶ ἀλκῆς εὖ ἥκοντας. φύσει μὲν οὖν τοῦτο πλεονέκτημα ἤδη καὶ μάλα γεννικόν, μὴ ἔχειν ἀτάκτως μηδὲ ἀπειθῶς πρὸς παιδεύματα ἀνθρωπικά· ἐπεὶ δὲ ἀπέφηνεν αὐτοὺς ὁ ὀρχηστοδιδάσκαλος καὶ μάλα γε σοφούς, καὶ ἠκρίβουν τὰ ἐκ τῆς παιδεύσεως, οὐκ ἐψεύσαντο τῆς διδασκαλίας τὸν πόνον, φασίν, ἔνθα ἐπιδείξασθαι τὰ παιδεύματα αὐτοὺς ἡ χρεία σὺν τῷ καιρῷ παρεκάλει. δώδεκα μὲν γὰρ τὸν ἀριθμὸν ὅδε ὁ χορὸς ἦσαν· παρῆλθόν γε μὴν ἐντεῦθεν τοῦ θεάτρου καὶ ἐκεῖθεν νεμηθέντες, καὶ εἰσῄεσαν ἁβρὰ μὲν βαίνοντες, θρυπτικῶς δὲ τὸ σῶμα πᾶν διαχέοντες, καὶ ἠμπείχοντο χορευτικὰς στολὰς καὶ ἀνθινάς. καὶ τοῦ γε χορολέκτου τῇ φωνῇ μόνον ὑποσημήναντος οἳ δὲ ἐπὶ στοῖχον ᾔεσαν, φασίν, εἰ τοῦτο ἐκέλευσεν ὁ διδάξας· εἶτα αὖ πάλιν περιήρχοντο ἐς κύκλον, ὑποσημήναντος ἰέναι ταύτῃ· καὶ εἰ ἐξελίττειν ἔδει, ἔπραττον αὐτό, καὶ ἄνθη μέντοι ῥιπτοῦντες ἐκόσμουν τὸ δάπεδον οἵδε, μέτρῳ καὶ φειδοῖ δρῶντες,