Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/106

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

της εἶπον ὀλίγα ἐκ πολλῶν ὧν ἔφασαν ἄλλοι. τὸ δὲ νῦν ἔχον ἔοικα ἐρεῖν περί τε εὐμουσίας αὐτῶν καὶ εὐπειθείας καὶ τῆς ἐς τὰ μαθήματα εὐκολίας, χαλεπὰ ὅμως ὄντα καὶ ἀνθρώπῳ τυχεῖν, μή τι γοῦν τοσούτῳ θηρίῳ καὶ οὕτω τέως ἀγριωτάτῳ συγγενέσθαι. χορείαν γὰρ καὶ ὀρχηστικὴν καὶ βαίνειν πρὸς ῥυθμὸν καὶ αὐλοῦ ἀσμένως ἀκούειν καὶ συνιέναι ἤχων διαφοράς, ἢ βραδύνειν ἐνδιδόντων ἢ ταχύνειν παρορμώντων, μαθὼν οἶδεν ἐλέφας, καὶ ἀκριβοῖ καὶ οὐ σφάλλεται. οὕτως ἄρα ἡ φύσις μεγέθει μὲν αὐτὸν μέγιστον εἰργάσατο, μάθησις δὲ πραότατον ἀπέφηνε καὶ εὐάγωγον. εἰ μὲν οὖν ἔμελλον τὴν ἐν Ἰνδοῖς αὐτῶν εὐπείθειαν καὶ εὐμάθειαν ἢ τὴν ἐν Αἰθιοπίᾳ ἢ τὴν ἐν Λιβύῃ γράφειν, ἴσως ἄν τῳ καὶ μῦθον ἐδόκουν τινὰ συμπλάσας κομπάζειν, εἶτα ἐπὶ φήμῃ τοῦ θηρίου τῆς φύσεως καταψεύδεσθαι· ὅπερ ἐχρῆν δρᾶν φιλοσοφοῦντα ἄνδρα ἥκιστα καὶ ἀληθείας ἐραστὴν διάπυρον. ἃ δὲ αὐτὸς εἶδον καὶ ἅτινα πρότερον ἐν τῇ Ῥώμῃ πραχθέντα ἀνέγραψαν ἄλλοι προειλόμην εἰπεῖν, ἐπιδραμὼν ὀλίγα ἐκ πολλῶν, οὐχ ἥκιστα καὶ ἐντεῦθεν ἀποδεικνὺς τὴν τοῦ ζῴου ἰδιότητα. ἡμερωθεὶς ἐλέφας πραότατόν ἐστι, καὶ ἄγεται ῥᾷστα ἐς ὅ τί τις θέλει. καὶ τά γε πρεσβύτατα τιμῶν τὸν χρόνον ἐρῶ πρῶτον. θέας ἐπετέλει Ῥωμαίοις ὁ Γερμανικὸς ὁ Καῖσαρ· εἴη δ᾽ ἂν ἀδελφιδοῦς Τιβερίου οὗτος. οὐκοῦν ἐγένοντο καὶ ἄρρενες ἐν τῇ Ῥώμῃ τέλειοι πλείους καὶ θήλειαι, εἶτα ἐξ αὐτῶν ἐτέχθησαν αὐθιγενεῖς. καὶ ὅτε τὰ κῶλα ὑπήρξαντο πήγνυσθαι, σοφὸς ἀνὴρ ὁμιλεῖν τοιούτοις θηρίοις ἐπώλευσεν αὐτούς, δαιμονίᾳ τινὶ καὶ ἐκπληκτικῇ διδασκαλίᾳ μεταχειρισάμενος. προσῆγε δὲ αὐτοὺς ἄρα ἡσυχῆ τήν γε πρώτην καὶ πράως τοῖς δι-