Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/102

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐξέπτη καὶ εἶδε τὸ φῶς καὶ τέθνηκεν. οὐκοῦν παρελθεῖν μὲν αὐτοῖς ἐς τὸν βίον ἔδωκεν ἡ φύσις, τῶν δὲ ἐν αὐτῷ κακῶν ἐρρύσατο τὴν ταχίστην, μήτε τι τῶν ἰδίων συμφορῶν ᾐσθημένοις μήτε μήν τινος τῶν ἀλλοτρίων μάρτυσι γεγενημένοις.

5 Ἤδη μέντοι τις καὶ ἀσπίδος ἐν μακρῷ τῷ χρόνῳ πληγὴν ἰάσατο ἢ τομὴν παραλαβὼν ἢ πῦρ ὑπομείνας εὖ μάλα τλημόνως ἢ ἀναγκαίοις φαρμάκοις τὸ κακόν, ἵνα μὴ πρόσω ἑρπύσῃ, στήσας ὁ δείλαιος· σπιθαμὴ δὲ βασιλίσκου τὸ μῆκός ἐστι, καὶ μέντοι καὶ θεασάμενος ὁ τῶν ὄφεων μήκιστος αὐτὸν οὐκ ἐς ἀναβολὰς ἀλλὰ ἤδη ἐκ τῆς τοῦ φυσήματος προσβολῆς αὖός ἐστιν. εἰ δὲ ἄνθρωπος κατέχοι ῥάβδον, εἶτα ταύτην ἐκεῖνος ἐνδάκοι, τέθνηκεν ὁ κύριος τῆς λύγου.

6 Τὴν τῶν δελφίνων φιλομουσίαν καὶ τὸ τῶν αὐτῶν ἐρωτικόν, τὸ μὲν ᾄδουσι Κορίνθιοι, καὶ ὁμολογοῦσιν αὐτοῖς Λέσβιοι, τὸ δὲ Ἰῆται· τὰ μὲν Ἀρίονος τοῦ Μηθυμναίου ἐκεῖνοι, τά γε μὴν ἐν τῇ Ἴῳ ὑπὲρ τοῦ παιδὸς τοῦ καλοῦ καὶ τῆς νήξεως αὐτοῦ καὶ τοῦ δελφῖνος οἱ ἕτεροι. λέγει δὲ καὶ Βυζάντιος ἀνήρ, Λεωνίδης ὄνομα, ἰδεῖν αὐτὸς παρὰ τὴν Αἰολίδα πλέων ἐν τῇ καλουμένῃ Ποροσελήνῃ πόλει δελφῖνα ἠθάδα καὶ ἐν λιμένι τῷ ἐκείνων οἰκοῦντα καὶ ὥσπερ οὖν ἰδιοξένοις χρώμενον τοῖς ἐκεῖθι. καὶ ἐπί γε τούτῳ ὁ αὐτὸς λέγει πρεσβῦτίν τινα καὶ γέροντα δὲ συνοικοῦντα αὐτῇ ἐκθρέψαι τόνδε τὸν τρόφιμον δελέατά οἱ προτείνοντας καὶ μάλα γε ἐφολκά. καὶ μέντοι καὶ ὁμότροφός οἱ ἦν ὁ τῶν πρεσβυτῶν υἱός, καὶ ἐτιθηνοῦντο ἄμφω τὸν δελφῖνα καὶ τὸν παῖδα τὸν σφέτερον, καί πως ἐκ τῆς συντροφίας ἐλαθέτην ἐς ἔρωτα ἀλλήλων ὑπελθόντε ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον, καί, τοῦτο δὴ τὸ ᾀδόμενον, ὑπέρσεμνος