Μετάβαση στο περιεχόμενο

Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/292

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
––270––

καὶ τὴν Ταρσίαν ἔπεψεν, καὶ φέραν την ὀμπρός του,
κράζει καὶ παραγγέλλει την νὰ πάρῃ τὴν κιθάραν,
νὰ πᾷ πρὸς Ἀπολλώνιον νὰ τὸν παρηγορήσῃ,
„ἂν ἒν ὅτι ἐβγάλῃς τον ἀκ τὸ καράβιν μέσα,
ἄπελθε νᾆσʼ ἐλεύθερη, κʼ ἐγὼ νʼ ἀπολογοῦμαι 665
τὰ στάμενα ποῦ ἔδωκεν ὁ κύρις Μαρκιόνης,
ἐγὼ νὰ τὰ πλερόνω .................“
εὐθὺς γὰρ πάλιν ἡ Ταρσιὰ τὴν μουσικὴν λαμβάνει,
εἰς τὴν κοιλιὰν τοῦ καραβιοῦ ἐνέβηκεν ἡ κόρη,
τὸν πρίτζην ἐπροσκύνησεν, στέκει καὶ χαιρετᾷ τον. 670
παρηγοριὰς καὶ ῥήματα ἤρξατο νὰ τὸν λέγῃ
„ἐτοῦτα εἶνʼ τὰ λυπηρὰ τά ʼχει, ἀφέντη, ὁ κόσμος.“
καὶ τὴν κιθάραν ἔκρουεν, μὲ μέλος τὰ κηλᾴδει
„οὐκ ἔχει ὁ κόσμος διάφορος οὐδὲ τὰ πλούτη κέρδος·
ὅλοι γυμνοὶ ʼγεννήθημεν, γυμνοὶ πάλιν ὑπᾶμεν. 675
χίλια ἔτη ἂν ζήσωμεν, ὡς μία ὥρα εἶναι.
ποῦ κεῖται καὶ ψυχοῤῥαγεῖ κʼ ἐβγαίνει ἡ ψυχή του,
καὶ τίς ἔγνω μυστήριον ἢ τὴν βουλὴν κυρίου,
τὸ πῶς νὰ παύῃ ὁ θάνατος, πῶς νʼ ἀκατασχολάζῃ
πόσαις πικριαῖς, πόσαις χολαῖς καὶ συμφοραῖς τοῦ βίου; 680
ναὶ, ναὶ, κἀγὼ ἡ ʼλεεινή ἂς εἶχα ἀποθάνει,
παροῦ κʼ ἔχω πολλαῖς πικριαῖς καὶ δάκρυα καὶ πόνους.“
τότε ὁ Ἀπολλώνιος στρέφεται πρὸς ἐκείνην
καὶ λέγει την „πόθεν εἶσαι καὶ πόθεν ἡ γενεά σου;
κʼ ἐτόλμησας καὶ συντυχεῖν καὶ ἐλθεῖν πρὸς ἐμέναν; 685
δίδεις μου ὄχλησιν πολλὴν καὶ ταραχὴν μεγάλην.“
καὶ ἤρξατο, ʼνιγματωδῶς πλαγιὰ τοῦ συντυχαίνει.
ὡς δὲ διέλυσεν εὐθὺς αἰνίγματα ἡ κόρη,
ἐκαταινίγησαν λαλεῖν ἀλλήλους ἄχρι κόρου·
καὶ τότε πάλιν ἡ Ταρσιὰ παρακαλεῖ τον νἄβγῃ 690
„καὶ ἄκουσον, ὦ δέσποτα, τῆς ταπεινῆς σου δούλης,