Μετάβαση στο περιεχόμενο

Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/288

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
––266––

ἀλλʼ ὁ θεὸς ἦν βοηθὸς καὶ πάλιν μετʼ ἐκείνην.
οἱ ναῦται τὴν ἐπήρασιν ἔσω ʼς τὴν Μιτυλήνην, 540
ἐβγάλλουν την ʼς τὴν ἀγορὰν μὲ ἄλλους αἰχμαλώτους,
κʼ ἐξέστησαν τὸ κάλλος της πάντες νὰ τὴν θωροῦσιν.
ἰδού, λοιπὸν ἀνέβηκεν εἰς ἑκατὸν δουκάτα,
Μαρκιόνης τὴν ἐγόρασεν σκυλομαγαρισμένος.
εἶχεν κʼ εἴδουλον ἔμορφον μὲ λίθους τιμημένους. 545
παίρνει την ἐς τὸ σπήτιν του, λέγει, „προσκύνησε τον.“
ἐκείνη ἀπεκρίνατο „χριστιανὴ ὑπάρχω.“
ὁρίζʼ εὐθὺς τὸν δοῦλόν του, ὄνομα Πωκαρώπα,
καὶ λέγει „λάβε τὴν αὐτὴν, ἔπαρʼ την ʼς τὸ πορνεῖον,
καὶ γράψε ʼς τὸ ἀνώφλιον διὰ τὴν τιμὴν τῆς κόρης· 550
ὁ πρῶτος δός της ἥμισην λίτραν χρυσὴν χρυσίου,
ὁ δεύτερος τὸ τέταρτον, ὁ τρίτος ἄλλον τόσον,
καὶ οἱ ἑξῆς ἂς δίδουσιν ἀπʼ ἑνὸς δηναρίου.“
ἐκείνη ὡς τὸ ἤκουσεν, ἡ λάβρα τὴν ἐπῆρεν
καὶ τρόμος ἀπὸ τὴν κορφὴν ἄχρι καὶ τῶν ποδῶν της, 555
καὶ ἤρξατο παρακαλεῖν καὶ κόπτεσθαι μεγάλως.
ὁ δὲ Μαρκίωνός φησιν, „τοὺς λόγους μόνον χάνεις·
ἄμε καὶ σὺ καὶ κάθισε ἀντάμα μὲ ταῖς ἄλλαις.“
ἄκων καὶ μὴ βουλόμενη πᾷ την ὁ Πωκαρώπας,
γράφει καὶ τίτλον παρευθὺς ἀπάνω εἰς τʼ ἀνώφλιον. 560
ὅμως εἷς ἄρχοντας καλός πάγει τὴν πρώτην νύκταν,
ἐκείνη πίπτει παρευθὺς, τοὺς πόδας του έφίλει,
μετὰ κλαυθμὸν πικρὸν (αὐτῷ) τὴν τύχην της ελάλει,
τὴν εὐγενειὰν τῆς μάνας της, ὅλων της τῶν γονέων,
τὸν θάνατον τῆς μάνας της καὶ τὴν σκλαβιὰν τὴν εἶχεν. 565
ὡς δὲ ἐκεῖνος ἤκουσεν τὴν εὐγενειὰν τῆς κόρης,
δίδει της τὸ χρυσάφιον κʼ ἐστράφην μετὰ λύπης,
καὶ τὸν θεὸν ἐδέετον νὰ ἔναι βοηθός της.
λίτραν χρυσάφιν ἔλαβεν ὡς διὰ τὴν ψυχήν του.
ἄλλος εὐθὺς ὑπάντησεν τὸν ἄρχονταν ἐτοῦτον 570