Μετάβαση στο περιεχόμενο

Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/271

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
––249––

ἐζήτουν νὰ τὴν παρουσιν εἰς νόμιμον γυναῖκαν.
ἀλλʼ ὁ ἐχθρὸς καὶ βάσκανος τοῦ γένους τῶν ἀνθρώπων
εἰς ἔρωτα σατανικόν καί οἶστρον θηλυμάνιας 15
ἐξέκλινε τὸν κύριν της ἀγάπῃ εἰς ἐκείνην,
ὥστε μίαν τῶν ἡμερῶν ἐξαίφνης καὶ ἀθρόως,
ἄκου, καὶ βούλεται κακῶς φθείρει(ν) τήν παρθενιάν της.
αὐτὴ εὐθὺς ὠδύρετο, παραμυθιὰν οὐκ εἶχεν
τῆς συμφορᾶς ὁποῦ ʼπαθε καὶ τοῦ κακοῦ ποῦ εἶδεν. 20
καὶ ταῦτα δὲ ἀνήγγειλεν τὴν ἑαυτῆς βυζάστριαν.
ἐκείνη δὲ ὡς ἔβλεπεν τὴν συμφορὰν τῆς κόρης,
τὰ δάκρυα, τοὺς στεναγμούς καὶ τὸ κακὸν τὸ τόσον,
μὴ εἶχεν ἀντιφάρμακον τό τί αὐτὴν ποιῆσαι,
λόγους γλυκεῖς, ἀνωφελεῖς, ταύτην παραμυθεῖται· 25
„ἐπεὶ ὁ πατήρ σου βασιλεὺς Ἀντιοχειᾶς ὑπάρχει,
ὅλοι μικροὶ μεγάλοι τε, ἄρχοντες, μεγιστᾶνοι,
καὶ βασιλεῖς ῥηγάδες τε ἐσέναν ἐπεθύμουν,
τὸ μὲν διὰ τὸ κάλλος σου καὶ διὰ τὴν εὐμορφιάν σου·
λοιπὸν αὐτός σου ὁ πατὴρ πάλε νὰ σὲ ʼπαντρέψῃ, 30
τὸ πρᾶγμα θέλει κρυβηθῆν καὶ ὅλα θέλει παύσειν.“
ἀλλʼ ὁ πατὴρ ὁ ἄθλιος οὐκ ἦτον εἰς ἐκεῖνον,
νὰ ἐπιστρέψῃ ἐκ τοῦ κακοῦ καὶ (νὰ) μετανοήσῃ,
ἀλλʼ ὡς γυναῖκαν νόμιμον οὗτος αὐτὴν ἐκράτει.
ἐπεὶ τὸ φθάρμα ἦν κρυφὸν, ἄγνωστον τοῖς ἀνθρώποις, 35
ἐκ γένους τε βασιλικοῦ καὶ ἐκ τῶν μεγιστάνων
ἦλθον εἰς ἀναζήτησιν, τὴν κόρην νὰ τὴν πάρουν.
ἐκεῖνος δὲ ὁ δείλαιος, ὁ δύστυχος ἀνθρώπων
ἐπεὶ γὰρ οὐκ ἠβούλετο ταύτην νὰ ὑπανδρέψῃ,
εἰς νύγματα καὶ δήγματα καὶ γὰρ παραμυθίαν 40
ἀμφίβαλλεν τὴν ὑπανδρειὰν, νὰ κρύψῃ τὴν αἰσχύνην.
κελεύει, διὰ μέσον τε τῆς ἀγορᾶς σαλπίζουν·