Μετάβαση στο περιεχόμενο

Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/142

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
––120––

τὰς ἀδικίας τὰς αὐτῶν καὶ τὰς διαβολίας,
εἰς ἑαυτὸν ἐνόησε ποιῆσαι πρᾶγμα ξένον, 270
ἐπαινετὸν καὶ ἀκουστὸν, ὡς ἔδειξεν τὸ τέλος.
καὶ τί ἐμηχανήσατο, ἄκουσον καὶ θαυμάσεις,
καὶ πῶς ἐπιβουλεύεται καὶ τί ποιεῖ πρὸς τούτους.
λέγει „τὸ δίκαιον θεωρῶ κατὰ τὸ πταίσιμον μου
πρόκειταί μοι ὁ θάνατος, ὡς πέφυκεν ἡ κρίσις. 275
λοιπόν πρὶν τοῦ θανάτου μου τὸ τάλαντον οὐ κρύψω,
μήπως καὶ κολασθήσομαι ἐν τῷ καιρῷ ἐκείνῳ.
ὄπισθεν εἰς τὸν πόδαν μου χάρισμα ἔχω μέγαν,
παρὰ θεοῦ δεδώρημαι τοῦτο, οὐκ ἀπʼ ἀνθρώπων.
θέλω γοῦν δεῖξαι τὸ χρυσοῦν τὸ πέταλον ὃ ἔχω. 280
καὶ ὅστις μόνον τὸ ἰδῇ τὸ πέταλον ὃ ἔχω,
πρὶν τοῦ θανάτου μου ἰδών χάριν πολλὴν λαμβάνει
ἀκούει, βλέπει καὶ μακρὰ ἡμέρας τρεῖς καὶ πλέον,
καὶ τοὺς ἐχθρούς του βλέπει τους, ἀκούει τί λαλοῦσιν,
καὶ πῶς ἐπιβουλεύονται, τί θέλουσιν νὰ ποίσουν.“ 285
ἀκούσας δὲ ἡ ἀλουπού, μὴ γνοὺς τὴν πονηρίαν
τὴν τοῦ γαδάρου, παρευθὺς τὸν σύντεκνόν της λέγει
„ἀφέντη μου, κὺρ σύντεκνε, τὸ χάρισμαν ἐτοῦτο
γοργὰ ἐπιμελήσου το καὶ ἀπʼ ἐσὲν μὴ λείψῃ,
τοιαύτη χάρις θαυμαστὴ νὰ μὴν χαθῇ ʼκ τὸν κόσμον, 290
ὅτι ἔχεις ἐχθροὺς πολλοὺς ὁποῦ κακὸν σοῦ θέλουν.“
ὁ λύκος δὲ ὡς ἤκουσεν τῆς ἀλουποὺς τοὺς λόγους
καὶ πῶς καὶ τὴν συγκρότησιν ἐπίστευσεν εὐθέως,
καὶ λέγει πρὸς τὸν γάδαρον „γάδαρε, δεῖξέ μέ το.“
καὶ λέγει ὁ γάδαρος εὐθὺς μετὰ χαρᾶς „αὐθέντη, 295
ἀνέβα εἰς τὸ πόδωμα κʼ ἐκεῖ νὰ σὲ τὸ δείξω.
καὶ κάτσε ἀνακούρκουδα καὶ ʼς τὰ ἐμπρός σου σκόπει.
μηδὲν πατῇς τὸ πόδωμαν ἐπάνω οὐδὲ ὅλως,
ἄνοιξε τὰ ὀμμάτια σου, γρίλωσʼ τα ὅσον ἔχεις,
μὴ πάγῃ τὸ κεφάλι σου ἐδῶθες ἢ ἐκεῖθες, 300
ὁ κωλός σου ἂς κινηθῇ ʼς τὸ πόδωμαν καὶ μόνον.
καὶ λέγε κύριʼ ἐλέησον, κύριε, συμπάθησέ με,
κύριε, δός με χάρισμα ἐκεῖνο τὸ γυρεύω.“