Μετάβαση στο περιεχόμενο

Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/138

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
––116––

καὶ κυλιοῦμαι παρευθὺς καὶ ἐξομολογοῦμαι,
καὶ γίνομαι καλόγερος, τὴν ῥάχην μου μαυρίζω,
γίνομαι μεγαλόσχημος, ἡγούμενον ὁμοιάζω·
καὶ μεταγνώθω τὸ κακὸν τὸ πολεμῶ ʼς τὸν κόσμον,
ἄλλον οὐδὲν ἐπίσταμαι ἁμάρτημα νὰ ποίσω.“ 135
ἀκούσας δὲ ἡ ἀλουποῦ τὴν ἀρετὴν τοσαύτην
ἐθαύμασεν, ἐπαίνεσεν, καὶ ἐσυγχώρησέν τον
καὶ ἐδικαίωσεν αὐτὸν πρὸς τὴν ἐπίγνωσίν του·
λέγει καὶ αὐτὴ πρὸς αὐτὸν ἐν ἐξομολογήσει
τὰ ταύτης πανουργεύματα καὶ τὰς διαβολίας 140
καὶ τὰ ἐπιτηδεύματα τά ʼκαμνεν εἰς τόν κόσμον
„ἐγὼ πάντα μου πολεμῶ νὰ κλέψω ἵνα ζήσω.
αὐτὸ μὲ καθοδήγησαν ἐκεῖνοι οἱ γονεῖς μου
μὰ τὴν ἀλήθειαν, ζῶ καλὰ, αὐθεντικὰ ʼς τὸν κόσμον·
πάντα χλωροφαγιὰν τρώγω, πάντα ʼμαι χορτασμένη. 145
εἰς τὰ κρυφὰ κλεψίματα καὶ τὰς ʼπιδεξιοσύνας
ὁμοιάζω τὴν μητέρα μου ἐκείνην τὴν ἁγίαν·
εἰς τὰ τζιλιπουρδίσματα ὁμοιάζω τὸν πατήρ μου.
τίποτα δὲν ἀπόμεινεν, ὅσα ʼξευραν ἐκεῖνοι,
νὰ μὴ μὲ μαθητεύσουσιν ὅλα νὰ τὰ ἠξεύρω. 150
ἐφεῦρα δέ κʼ ἐγώ πολλὰ οἴκοθεν γνώσεώς μου·
πολλὰ μὲ ἐθαυμάζονταν καὶ συνεχαίροντό μοι,
διότι ἐγέννησαν φυτὸν πολλὰ προτερημένον·
διʼ αὐτὸ καὶ μακαρίζω τους εκείνους τοὺς γονεῖς μου.
ὁ κόσμος καταρᾶταί με ἡμέρας καὶ τὰς νύκτας, 155
ᾑ χήραις ᾑ πτωχούτσικαις κλαίουσιν καὶ λυποῦνται.
πλὴν ἡ εὐχὴ τῆς μάννας μου καὶ τοῦ καλοῦ πατρός μου
πάντοτε βοηθοῦσι με καὶ τὰ κακὰ γλυτόνω·
πόσαις φοραῖς ἐγλύτωσα ʼκ τῶν ἀρχόντων τὰ σπήτια,
ὅτι ἔχουν σκύλους δυνατοὺς, νὰ μὴ μὲ θανατώσουν. 160
καὶ μία χήρα ἄπορος καλὰ οὐκ ἐθεώρειεν·
εἶχεν δὲ ὄρνιθαν χοντρὴ καὶ λάλειε την καβάκαν.
αὐγὰ ἐγέννα δίκροκα χοντρὰ ὡσὰν τῆς χήνας,
καὶ μετʼ ἐκείνην ἔτρωγεν κʼ ἔπινεν κάθʼ ἡμέραν·
πρὸ πάντων δὲ ἐκάθετον ἐκ τὸ πολὺν τὸ πάχος. 165