Μετάβαση στο περιεχόμενο

Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/137

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
––115––

ἡ ἀλουποῦ ἡ πονηρὰ τοιούτους λόγους λέγει
„ἀφέντη μου, κύρ σύντεκνε, καλὰ νὰ τὸ γνωρίσῃς,
ὅτι ἀποχωριζόμεθα τὴν σήμερον ἡμέραν,
ὡς τό ʼδα ἐψὲς ʼς τὸν ὕπνον μου, βλέπω το καὶ ἐξ ὕπνου
ἐσυννεφιάσʼ ὁ οὐρανὸς, ἄνεμος θέλει ποίσει· 100
καὶ πρὶν νὰ σώση πρὸς ἡμᾶς νὰ μᾶς καταποντίσῃ,
ποιήσωμεν τὰ πρέποντα ἐν ἐξομολογήσει.
λοιπὸν ἐσύ, κύρ σύντεκνε, ὡς πρῶτος ὁποῦ εἶσαι,
ἐξομολόγησιν ὀρθὴν ποίησον κατὰ πρῶτον,
καὶ μετὰ ταῦτα δὲ ἐγὼ νὰ πῶ τὰ κρίματά μου, 105
καὶ ὕστερον ὁ γάδαρος, νʼ ἀκούσωμεν ἀλλήλους,
τίς ἔχει πλέον πταίσιμον, νὰ κρίνωμεν τὸ δίκαιον,
νὰ ʼδῇ ὁ θεὸς τὴν κρίσιν μας καὶ τὴν δικαιοσύνη
καὶ ἐλεήσῃ καὶ ἡμᾶς ὡς πάλαι Νινευίτας,
ὡς Ἰωνᾶν ἐῤῥύσατο ἐκ κήτους τῆς κοιλίας, 110
ἐλευθερώσῃ καὶ ἡμᾶς ἐκ τοῦ πικροῦ θανάτου.“
ὁ λύκος δὲ ὡς ἤκουσεν μάλιστα ἐφοβήθη
καὶ τρόμος ὑπελάβετο αὐτὸν ὑπερβαλλόντως,
ὅλον μὴ γνοὺς τὸν δόλιον τρόπον τῆς ἀλωπέκου
μηδὲ τὸ ἐπιβούλευμα ὃ ἦν κατὰ γαδάρου· 115
ὅμως δὲ λέγει πρὸς αὐτὴν ὁ λύκος εὐγνωμόνως
„ πρέπει τοῦτο, συντέκνισσα, ἁπάντων τῶν πραγμάτων
πρέπει ἐξομολόγησις νὰ γένηται, ὡς ἔφης,
ἐν συνειδότι καθαρῷ, γνώμῃ ἀνυποκρίτῳ.“
λοιπὸν συνωμοφώνησαν ἐξομολογηθῆναι, 120
λέγουν „καὶ σὺ, κὺρ γάδαρε, πῶς ἔναι ἡ βουλή σου;
πρέπει τοῦτο ποιήσωμεν ἢ νὰ χαθοῦμεν ὅλοι;“
ἐκεῖνος δὲ ἀπέγνωσεν αὐτοῦ τὴν σωτηρίαν
καὶ τὴν βουλήν του δέδωκεν ἐξομολογηθῆναι.
λοιπὸν ὁ λύκος ἤρξατο τοῦ ἐξομολογεῖσθαι, 125
λέγει „ἐγὼ καὶ πρόβατα, βῴδια καὶ μοσχάρια,
ἐλάφους καὶ γουρούνια καὶ πάντα ὅσα εὕρω
σκοτόνω τα καὶ τρώγω τα καὶ τἆλλα πάλε κρύβω
εἰς τὸ βουνὶν, εἰς τὸ κλαδίν, αὔριον πάλε νἄχω.
πλὴν ἀναβαίνω εἰς τὸ βουνὶν ὁποῦ ʼναι τὸ τζημάδι 130