Μετάβαση στο περιεχόμενο

Σελίδα:Byzantinische-Zeitschrift-Band20-Πωρικολόγος.djvu/2

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Λεμονίου τοῦ μεγάλου, Μούσκλου τε καὶ Τζιτζίφου καὶ Σύκου, παρέστησαν οἱ Βάραγγοι, ὅ τε Καρύδιος, Ἀμύγδαλος, Κάστανος, Λεπτοκάρυος, Λουμπινάριος καὶ ὁ σοφὸς Κουκουνάριος· καὶ σταθεῖσα ἡ Στάφυλος εἶπεν πρὸς τὸν βασιλέα· „Δέσποτα βασιλεῦ Κυδώνιε, γνωστὸν ἔστω τὴς βασιλείας σου, ὅτι πρωτοσέβαστος ὁ Πιπέριος μετὰ Κυμίνου τοῦ κόμιτος, Κανναβουρίου τοῦ μεγάλου, Κρασίου τοῦ Καλοκαρδιστῆ, Κολιάνδρου καὶ μετὰ Κουμαρίου καταφρονοῦσι τῶν σῶν προσταγμάτων καὶ γελοῦσι τὴν βασιλείαν σου“. ἦσαν δὲ καθήμενοι καὶ οἱ ἀληθεῖς μάρτυρες, ὁ γέρων Πέπονος, ὁ Τετράγγουρος, Ἀγγινάρα καὶ Μελιντζάνα, καὶ κατεδίκασαν τὴν Στάφυλον, ὡς ψευδῶς ἐλάλησεν πρὸς τὸν βασιλέα. Τότε ὁ βασιλεὺς ἀπεκρίθη πρὸς τοὺς περιεστῶτας καὶ εἶπεν· „Σεῦκλε, Μαρούλλιε, Κραμπολάχανε, Σπανάκι, Χλιμίντζα, οἱ τὰς βίβλους κρατοῦντες καὶ τὸν νόμον καλῶς ἐπιστάμενοι, κρίνατε ἀναμέσον τῆς Στάφυλος καὶ τῶν μετ’ αὐτῆς καὶ ἰδέτε τὴν ἀλήθειαν. τότε εἶπεν ἡ Στάφυλος· „Δέσποτα βασιλεῦ, ἔχω Ἐλαίαν τὴν καθηγουμένην, Φακῆν τὴν κυρὰ δέσποινα, Σταφίδα, τὴν κυρὰ μοναχήν, Ῥεβίθυν τὸν κουκουβαγιομύτην, Φασούλην τὸν κοιλιοπρήστην, Κοῦκον τὸν νεφροστάτην καὶ Λαθούριον, τοὺς ἀφθάρτους μάρτυρας, νὰ ποῦσι τὴν ἀλήθειαν, καθὼς εἶπα τῆς βασιλείας σου“. καὶ εὐθὺς ἐπήδησεν ὁ κῦρ Κρομμύδιος μετὰ κοκκίνην στολήν, δυσέντυτος, τρισέντυτος, τὸ γένειον αὐτοῦ χαμαὶ συρόμενον· καὶ λέγει πρὸς τὸν βασίλεα μετὰ χολῆς δριμυτάτης· „Μὰ τὸν ἀδελφόν μου τὸν Σκόρδον καὶ μὰ τὸν θεῖόν μου τὸν Πιπέρην καὶ τὸν ἀνιψιόν μου τὸν Ῥεπάνην καὶ τὸν συμπέθερόν μου τὸν Πρᾶσον καὶ Κάρδαμον τὸν δριμύτατόν μου υἱόν, καὶ μὰ τὸν Ἀνηθομαλαθρόκουκα, ὅτι ψευδῶς ἐλάλησεν ἡ Στάφυλος, δέσποτα βασιλεῦ. αὐτὸς ἔχει πολλοὺς συγγενεῖς καὶ ὅλοι συμμαρτυροῦσι τὸν λόγον του, καὶ οὐκ ἐγὼ ἔχω τινὰν πρὸς βοήθειαν· διότι ὁ θεῖός μου ὁ γέρων Πέπονος ἐχλεμπονίασεν ἀπὸ τὸ γῆρας καὶ ἐσχίσθη καὶ τρέχει ἡ γαστέρα του“.

Καὶ ὁ βασιλεὺς ἀκούσας τῶν πολλῶν τὴν μαρτυρίαν ἐπίστευσεν, ὅτι ἀληθῶς λέγουσιν, καὶ κατηράσατο τὴν Στάφυλον οὕτως· „Ἐπὶ στραβοῦ ξύλου κρεμασθεὶς καὶ ὑπὸ μαχαιρῶν κοπεὶς καὶ ὑπὸ ἀνδρὸς πόδας πατηθεὶς τὸ αἷμά σου νὰ πίνουσιν οἱ πάντες, καὶ νὰ πέφτουσι νὰ κυλίωνται ὡς οἱ χοῖροι εἰς τὴν λάσπην· καὶ νὰ λέγουσι λόγια


1 τζητζίφου | σίκου 2 καρήδιος | ἀμήγδαλος | λεπτοκάριος 4 κιδώνιε 5 ἔστο | κιμίνου 8 εἶσαν 9 γέρον | τετράνγγουρος | ἀγγϋνάρα 10 ψευδὴς 12 μαρούλιε 13 ἐπιστάμεθα 15 ἐλέαν 16 ῥεβίθη 17 κουκουβαγιομίτη | κιλιοπρίστη | τὸν ἐφροστάτην 19 ἐπίδησεν 20 κρομήδιος | κοκίνην. | δισέντιτος | τρισέντυτος 21 χαμὲ | δριμηνάτης 23 ῥεπάνιν 24 δριμίτατον 25 ἀνιθομ | ψευδὴς 26 ὅλλοι | σϋμαρτυροῦσι 27 γέρον 28 γύρας 30 πολών 31 οὗτος 32 ξίλου | μαχέρων | κοπίς 33 πατιθεὶς | πεύτουσι 34 κιλίονται