Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/98

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν. 1010
ἔνθ’ ἐπεὶ ἄρ κε τέκωνται ὑπ’ ἀνδράσι τέκνα γυναῖκες,
αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
κράατα δησάμενοι· ταὶ δ’ εὖ κομέουσιν ἐδωδῇ
ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.
 Ἱρὸν δ’ αὖτ’ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, 1015
ᾗ ἔνι Μοσσύνοικοι ἀν’ οὔρεα ναιετάουσιν
μόσσυνας, καὶ δ’ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται.
ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ,
ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· 1020
ὅσσα δ’ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε
ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς.
οὐδ’ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς
φορβάδες, οὐδ’ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,
μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. 1025
αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων
ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,
σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται,
λιμῷ μιν κεῖν’ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.
 Τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν 1030
νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν
ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη.
ἤδη καί τιν’ ὕπερθεν Ἀρήιον ἀίσσοντα
ἐνναέτην νήσοιο δι’ ἠέρος ὄρνιν ἴδοντο,
ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν 1035
ἧκ’ ἐπί οἱ πτερὸν ὀξύ· τὸ δ’ ἐν λαιῷ πέσεν ὤμῳ
δίου Ὀιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν
βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.
καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης,

 1010 σεύοντο Rzach παρὲκ legendum videtur 1015 Ἱρὸν O. Schneider: Ἱερὸν codd. 1019 ἀμφαδίῃ L παρανισσόμενοι Vatt. tres, Pariss.: παρα[μισό/μειβο]μενοι L: παραμειβόμενοι vulg.