Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/84

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις
ἄνδιχα. τοὺς δ’ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ 575
πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν
εἴσω πετράων. τότε δ’ αἰνότατον δέος εἷλεν
πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.
ἤδη δ’ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν 580
κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δ’ ἐσιδόντες
ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα
νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.
ἀλλά μιν ἔφθη Τῖφυς ὑπ’ εἰρεσίῃ βαρύθουσαν
ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη, 585
ἐκ δ’ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
πετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.
Εὔφημος δ’ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,
ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δ’ ἀλαλητῷ
κόπτον ὕδωρ. ὅσσον δ’ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν, 590
δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι
ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
ἔνθεν δ’ αὐτίκ’ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα,
ἡ δ’ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ
προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ’ ἄρα μέσσαις 595
Πληγάσι δινήεις εἶχεν ῥόος· αἱ δ’ ἑκάτερθεν
σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα.
καὶ τότ’ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης
σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.
ἡ δ’ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ’ ὀιστῷ. 600
ἔμπης δ’ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
Οὔλυμπόνδ’ ἀνόρουσεν, ὅτ’ ἀσκηθεῖς ὑπάλυξαν.
πέτραι δ’ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν

 574 αὖτις Brunck: αὖθις codd. 575 αὐτὴ Köchly: αὖτις codd. 590 ἂν] ἄρ’ Herwerden 593 καταρρεπὲς Crameri Anecd. Paris. iv. pp. 55 et 67