ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
ἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω
ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι 390
μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
φέρβονται Φίλυρες· Φιλύρων δ’ ἐφύπερθεν ἔασιν
Μάκρωνες· μετὰ δ’ αὖ περιώσια φῦλα Βεχείρων.
ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν· 395
Βύζηρες δ’ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ’ ἐνὶ νηὶ
πείρεθ’, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.
ἔνθα δ’ ἐπ’ ἠπείροιο Κυταιίδος, ἠδ’ Ἀμαραντῶν
τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο 400
Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει.
κείνου νῆ’ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο
πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,
ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ’ ἄκρης
πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι, 405
ἀμφὶς ὀπιπεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ,
οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.»
Ὧς ἄρ’ ἔφη· τοὺς δ’ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
δὴν δ’ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δ’ ἔειπεν
ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι· 410
«Ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ’ ἀέθλων
ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας
πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις
τάσδ’ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω
ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην. 415
πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; Αἶα δὲ Κολχὶς
389 ἀρητόν Merkelκαί Brunk: κέν vulg.391 διηνεκὲς Brunk: διηνεκέως vulg.399 Κυταιίδος Paris. unus: Κυταϊδος vulg.404 Ἄρεος Stephanus: Ἄρεως L G406 ὀπιπεύει Merkel411 διίκεο Pariss. duo: διήκεο vulg.