Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/205

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Δ

εἴτε σέγε Τρίτων᾽, ἅλιον τέρας, εἴτε σε Φόρκυν,
ἢ Νηρῆα θύγατρες ἐπικλείουσ᾽ ἁλοσύδναι,
ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.» 1600
Ἦ ῥ᾽, ἅμα δ᾽ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας
ἧκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη
τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος
στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης, 1605
εἶθαρ ἐπιτροχάων, ὁ δ᾽ ἐπ᾽ αὐχένι γαῦρος ἀερθεὶς
ἕσπεται, ἀργινόεντα δ᾽ ἐνὶ στομάτεσσι χαλινὰ
ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·
ὧς ὅγ᾽ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς
ἦγ᾽ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο 1610
κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστ᾽ ἐπὶ νηδὺν
ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·
αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα
κήτεος ὁλκαίη μηκύνετο· κόπτε δ᾽ ἀκάνθαις
ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις 1615
μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.
τόφρα δ᾽ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ
νισσομένην· δῦ δ᾽ αἶψα μέγαν βυθόν· οἱ δ᾽ ὁμάδησαν
ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς 1620
ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν
βωμοί· ἐπεὶ κεῖν᾽ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ
λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξί᾽ ἔχοντες
γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.
ἦρι δ᾽ ἔπειτ᾽ ἀγκῶνά θ᾽ ὁμοῦ μυχάτην τε θάλασσαν 1625
κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.
αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ᾽ αὔρη
ἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ.

 1598 σέ γε Paris unus: σε L: σύγε G vulg. 1601 ἦ ῥα· καὶ G L 16 1613 δικραίρα schol. Fl. et Par. 1614 ἀλκαίη Vatt. duo, schol. Fl. 1628 πρυμνήταο G L 16 κεχάροντο G vulg.: κεχάραντο L: χήραντο Pariss. quattuor