Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/204

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις
νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης
χεῦμα δι’ ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμεν,
πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.» 1570
Ὧς ἄρ’ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ’ ἄπωθεν
φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης·
«Κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα
βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶ
ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺ 1575
ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι.
κεῖνο δ’ ὑπηέριον θείην Πελοπηίδα γαῖαν
εἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλ’ ἐπὶ χειρὸς
δεξιτερῆς, λίμνηθεν ὅτ’ εἰς ἁλὸς οἶδμα βάλητε,
τόφρ’ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε, 1580
ἔστ’ ἂν ἄνω τείνῃσι· περιρρήδην δ’ ἑτέρωσε
κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων
ἀγκῶνος τέτατ’ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν.
ἀλλ’ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη
γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.» 1585
Ἴσκεν ἐυφρονέων· οἱ δ’ αἶψ’ ἐπὶ νηὸς ἔβησαν
λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.
καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως
τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην
εἰσβαίνειν· μετὰ δ’ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος 1590
αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ’ ἰάνθη
θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.
καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων
ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.
αἶψα δ’ ὅγ’ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας 1595
σφάξε κατὰ πρύμνης, ἐπὶ δ’ ἔννεπεν εὐχωλῇσιν·
«Δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδ’ ἐφαάνθης,

 1567 τοῖσδε? corr. ταῖσδε? L: ταῖσδε G 1583 τέτατ’ ἰθὺς ἀπὸ Merkel: τετάνυσται ἰθὺς ἀπὸ L G: τετάνυσται ἀπὸ Brunck: τετάνυσται ἰθὺς vulg. 1585 γιγνέσθω Pariss. duo: γινέσθω vulg.