Μετάβαση στο περιεχόμενο

Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/203

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Δ

Ἀλλ’ ὅτε δή ῥ’ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
ἂμ πέλαγος νοτίοιο, πόρους τ’ ἀπετεκμήραντο
λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν
δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο. 1540
ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·
ῥοίζῳ δ’ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται· 1545
ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ’ Ὀρφεὺς
κέκλετ’ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς
δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες· 1550
τοῖσιν δ’ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
τρίτων εὐρυβίης, γαίης δ’ ἀνὰ βῶλον ἀείρας
ξείνι’ ἀριστήεσσι προΐσχετο, φώνησέν τε·
«Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
ἐνθάδε νῦν πάρ’ ἐμοὶ ξεινήιον ἀντομένοισιν. 1555
εἰ δέ τι τῆσδε πόρους μαίεσθ’ ἁλός, οἷά τε πολλὰ
ἄνθρωποι χατέουσιν ἐπ’ ἀλλοδαπῇ περόωντες,
ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου
θῆκε Ποσειδάων τοῦδ’ ἔμμεναι. αὐτὰρ ἀνάσσω
παρραλίης, εἰ δή τιν’ ἀκούετε νόσφιν ἐόντες 1560
Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.»
Ὧς ηὔδα· πρόφρων δ’ ὑπερέσχεθε βώλακι χεῖρας
Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν·
«Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως,
ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε. 1565
δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις

1537 πρήσοντος Pariss. quattuor: πρήσσοντος vulg.: πρόσοντος G1538 ἀπετεκμήραντο L G: ἀπετεκμαίροντο vulg.1544 μαιμώωντι G1561 μηλοτρόφῳ lemma schol.1564 Ἀπίδα v. l. in scholiis: Ἀτθίδα vulg.Ἀπίδα1565 ἐνίσπες Merkel