Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/194

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

«Ὠλόμεθ’ αἰνότατον δῆθεν μόρον, οὐδ’ ὑπάλυξις
ἔστ’ ἄτης· πάρα δ’ ἄμμι τὰ κύντατα πημανθῆναι
τῇδ’ ἐπ’ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται
χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω
τῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δ’ ὕδωρ 1265
ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν.
καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδ’ ἐκεάσθη
νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ
πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν.
νῦν δ’ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ’ ἅλμη 1270
ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.
τούνεκ’ ἐγὼ πᾶσαν μὲν ἀπ’ ἐλπίδα φημὶ κεκόφθαι
ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος
φαίνοιεν· πάρα γάρ οἱ ἐπ’ οἰήκεσσι θαάσσειν
μαιομένῳ κομιδῆς. ἀλλ’ οὐ μάλα νόστιμον ἦμαρ 1275
Ζεὺς ἐθέλει καμάτοισιν ἐφ’ ἡμετέροισι τελέσσαι.»
Ὧς φάτο δακρυόεις· σὺν δ’ ἔννεπον ἀσχαλόωντι
ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δ’ ἄρα πᾶσιν
παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.
οἷον δ’ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν 1280
ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο
ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τιν’ ὄμβρον
ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα,
ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα
αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται, 1285
ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ’ ἐπάγῃσιν
οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι’ ἠέρος ἄστρα φαείνοι·
ὧς τότ’ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο
ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ’ αὐτίκ’ ἐρεμνὴ

 1263 καὶ Köchly et fort. L a m. p.: κεν vulg. 1269 μεταχθονίην Vatt. duo: μεταχρονίην vulg. 1274 φαίνοιεν L G: φαίνοι ἑήν Madvig: φήνειεν vulg. 1284 ἱδρώωντα G 1287 φαείνοι L Vatt. quattuor: φαείνει G Pariss. tres: φαείνῃ Brunck 1289 ἤλυον Brunck: ἤλυθον codd.