Μετάβαση στο περιεχόμενο

Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/184

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

παρθενικαί, δίχα κόλπον ἐπ’ ἰξύας εἱλίξασαι
σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα 950
ἄλλη ὑπ’ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει
ὕψι μεταχρονίην· ἡ δ’ οὔποτε πίλναται οὔδει·
ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν
πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ. 955
τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης
ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας
Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν
οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δ’ Ἀθήνῃ
βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν. 960
ὅσση δ’ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,
τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι
νῆα διὲκ πέτρας πολυηχέας· οἱ δ’ ἀνέμοιο
αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δ’ ἄμειβον
Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο. 965
ἔνθ’ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν
δῦνον, ἐπεί ῥ’ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.
τοὺς δ’ ἄμυδις βληχή τε δι’ ἠέρος ἵκετο μήλων,
μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατ’ ἔβαλλεν.
καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν 970
ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,
ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα·
Λαμπετίη δ’ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ
πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶ
βοσκομένας ποταμοῖο παρ’ ὕδασιν εἰσορόωντο 975
ἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦεν
κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι
εἰδόμεναι, χρυσέοις κεράεσσιν κυδιάασκον.

950 αἱ ed. Flor.: ἡ L G Vatt.: τὴν vulg.955 ζέεν Facius: θέεν codd.974 καλαύροπα L G Vatt.: καλάβροπα schol. Fl. et Par., vulg.978 χρυσέοις κεράεσσιν Brunck: χρυσέοισι κεράεσσι L G Vatt.: χρυσέοισι κεράασι Gerhard: χρυσέοισι κεράεσι vulg.