Μετάβαση στο περιεχόμενο

Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/170

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

ὕστατον αὐτοὶ δ’ αὖτε Κυταιίδος ἤθεα γαίης
στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο,
ἔμπεδα δ’ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν.
οἱ μὲν ἐπ’ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον
ἥρωες, ναίουσι δ’ ἐπώνυμοι Ἀψύρτοιο· 515
οἱ δ’ ἄρ’ ἐπ’ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,
τύμβος ἵν’ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,
ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δ’ ἐν ὄρεσσιν
ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται,
ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ 520
νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.
Ἥρωες δ’, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,
δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ’ ἔδησαν
Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ
ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι. 525
οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον
Ὑλλῆες· πρὸς δ’ αὐτοὶ ἐμηχανόωντο κέλευθον,
μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος.
δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι
Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ 530
ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ’ ὑπὲρ αὐτῆς
ναυτιλίης· πέπρωτο δ’, ὅπῃ χθονὸς ἱδρυνθεῖεν,
μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.
τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ
ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν 535
οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.
οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα
Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι
δήμῳ Φαιήκων. ὁ γὰρ οἰκία Ναυσιθόοιο
Μάκριν τ’ εἰσαφίκανε, Διωνύσοιο τιθήνην, 540
νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθ’ ὅγε κούρην

511 αὖ—δὴ γάρ τε Merkel ex Et. Magn. s.v. Κύταια· δεῖ γάρ τε Κυταιίδος ἤθεα γαίης513 ἔμπεδον et om. δ’ L G530 Πυθοῖ L539 Post h. v. τυτθὸς ἐών ποτ’ ἔναιεν· ἀτὰρ λίπε νῆσον ἔπειτα habent G vulg., marg. L (cum αὐτὰρ pro ἀτὰρ)