Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/152

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ Γ

γυμνὸν δ᾽ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην
ἀμώων, πολέας μὲν ἔτ᾽ ἐς νηδὺν λαγόνας τε
ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις
ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας,
τοὺς δ᾽ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. 1385
ὡς δ᾽ ὁπότ᾽ ἀμφ᾽ οὔροισιν ἐγειρομένου πολέμοιο,
δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,
ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς
ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν
μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο· 1390
ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δ᾽ ὁλκοὶ
ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.
πῖπτον δ᾽, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν
λαζόμενοι πρηνεῖς, οἱ δ᾽ ἔμπαλιν, οἱ δ᾽ ἐπ᾽ ἀγοστῷ
καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. 1395
πολλοὶ δ᾽ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,
ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε
βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.
ἔρνεἀ που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,
φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε 1400
κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·
τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει
κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότ᾽ ἄνακτος
Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι.
ἤιε δ᾽ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις, 1405
πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.
ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.

 1384 γούνων Struve: κώλων Merkel 1393 ὀδοῦσιν] ἀρούρης Hermann: ὔλοξιν coni. Merkel