Μετάβαση στο περιεχόμενο

Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/149

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Γ

καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,
ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.
ἔδδεισαν δ’ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε,
εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη
μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματ’ ἀέλλαις. 1295
πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω
μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν·
οὐδ’ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.
ὡς δ’ ὅτ’ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν
φῦσαι χαλκήων ὁτὲ μέν τ’ ἀναμαρμαίρουσιν, 1300
πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτ’ αὖ λήγουσιν ἀυτμῆς,
δεινὸς δ’ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ’ ἀίξῃ
νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
ἐκ στομάτων ὁμάδευν, τὸν δ’ ἄμφεπε δήιον αἶθος
βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακ’ ἔρυτο. 1305
καί ῥ’ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας
εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ
ζεύγλῃ χαλκείῃ, τὸν δ’ ἐν χθονὶ κάββαλεν ὀκλάξ,
ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον
σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. 1310
εὐρὺ δ’ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.
θαύμασε δ’ Αἰήτης σθένος ἀνέρος. οἱ δ’ ἄρα τείως
Τυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν— 1315
ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δ’ ἀείρας
χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα

1295 μίμνειν Vat. unus: μίμνεν Merkel1299 ἐύρρινοι Paris. unus ex corr.: ἐυρρίνοις vulg.1300 ἀναμορμύρουσιν Ruhnken: ἀναμαιμάουσιν Merkel1302 αὐτῶν Pariss.: αὖ τοῦ Merkel1304 ὁμάδευν Hermann: ὁμάδῳ vulg.ἄμφεπε Merkel: ἀμφί τε codd.βάλλον Merkel: βάλλειν codd.