Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/140

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα 1015
ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·
τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο
στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δ’ ἀμαρυγὰς
ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω
τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση 1020
τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.
ἄμφω δ’ ἄλλοτε μέν τε κατ’ οὔδεος ὄμματ’ ἔρειδον
αἰδόμενοι, ὁτὲ δ’ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,
ἱμερόεν φαιδρῇσιν ὑπ’ ὀφρύσι μειδιόωντες.
ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη· 1025
«Φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ’ ἀρωγήν.
εὖτ’ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ
ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,
δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,
ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο, 1030
οἶος ἄνευθ’ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν
βόθρον ὀρύξασθαι περιηγέα· τῷ δ’ ἔνι θῆλυν
ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,
αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.
μουνογενῆ δ’ Ἑκάτην Περσηίδα μειλίσσοιο, 1035
λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.
ἔνθα δ’ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,
ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος
ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,
ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας 1040
οὐδ’ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.
ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ’ ἀλοιφῇ
γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ

 1016 ἀγαλλομένη Pariss. 1020 περὶ ῥοδέῃσιν Wellauer: περιρρδέοισιν L: περιρροδέεσσιν G: περὶ ῥoδέοισιν vulg. ἑέρση L 1036 μελισσέων Rzach: μελισσῶν codd. 1037 ἐπεί κε marg. Vrat. et coniecerat Brunck: ἔπειτα vulg. 1038 ἂψ Brunck: ἂψ δ’ codd.