Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/90

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
Χορος
[στρ. δ.φρόντισον καὶ γενοῦ
πανδίκως εὐσεβὴς
420 πρόξενος· τὰν φυγάδα μὴ προδῷς,
τὰν ἕκαθεν ἐκβολαῖς
δυσθέοις ὀρμέναν·

[ἀντ. δ.μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἐδρᾶν
πολυθέων ῥυσια-
425 σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.
γνῶθι δ᾽ ὕβριν ἀνέρων
καὶ φύλαξαι κότον.

[στρ. ε.μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν
ἀπὸ βρετέων βίᾳ
430 δίκας ἀγομέναν
ἱππηδὸν ἀμπύκων,
πολυμίτων πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.

[ἀντ. ε.ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,
ὁπότερ᾽ ἂν κτίσῃς,
435 μένει ἄρ᾽ ἐκτίνειν
ὁμοιίαν θέμιν.
τάδε φράσαι δίκαια Διόθεν κράτη.

Βασιλευς
καὶ δὴ πέφρασμαι· δεῦρο δ᾽ ἐξοκέλλεται·
ἢ τοῖσιν ἣ τοῖς πόλεμον αἴρεσθαι μέγαν
440 πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.

46