Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/86

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
Βασιλευς
ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ·
οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.
ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας
380 δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.

Χορος
[ἀντ. β.τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,
φύλακα πολυπόνων
βροτῶν, οἱ τοῖς πέλας προσήμενοι
δίκας οὐ τυγχάνουσιν ἐννόμου.
385 μένει τοι Ζηνὸς ἱκταίου κότος
δυσπαραθέλκτους παθόντος οἴκτοις.

Βασιλευς
εἰ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
εἶναι, τίς ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι;
390 δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.

Χορος
[στρ. γ.μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος
κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
μῆχαρ δρίζομαι γάμου δύσφρονος
395 φυγάν· ξύμμαχον δ᾽ ἑλόμενος δίκαν
κρῖνε σέβας τὸ πρὸς θεῶν.

42