Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/78

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
Χορος
Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.

Βασιλευς
320 τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.

Χορος
Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις

Βασιλευς
καὶ τοῦδ᾽ ἀνοιγεῦ τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.

Χορος
Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.

Βασιλευς
325 δοκεῖτε <δή> μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;

Χορος
ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.
πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
330 ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπεστον φυγὴν

34