Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/58

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
[στρ. η.πλάτα μὲν οὖν λινογρραφής τε
135 δόμος ἅλα στέγων δορὸς
ἀχείματόν μ᾽ ἔπεμπε σὺν πνοαῖς·
οὐδὲ μέμφομαι·
τελευτὰς δ᾽ ἐν χρόνῳ
πατήρ μοι παντόπτας
140 πρευμενεῖς κτίσειεν,

[ἐφυμν. β.σπέρμα σεμνᾶς μέγα πατρὸς
εὐνὰς ἀνδρῶν, ἒ ἔ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.

[ἀντ. η.θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽
145 ἐπιδέτω Διὸς κόρα,
ἔχουσα σέμν᾽ ἐνώπι᾽ ἀσφαλῶς,
παντὶ δὲ σθένει
διωγμοῖς ἀσχαλῶσ᾽
ἀδμήτας ἀδμήτα
150 ῥύσιος γενέσθω,

[ἐφυμν. β.σπέρμα σεμνᾶς μέγα πατρὸς
εὐνὰς ἀνδρῶν, ἒ ἔ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.

[στρ. θ.εἰ δὲ μή, μελανθὲς
155 ἡλιόκτυπον γένος
τὸν γάιον,
τὸν πολυξενώτατον
Ζῆνα τῶν κεκμηκότων
ἱξόμεσθα σὺν κλάδοις
160 ἀρτάναις θανοῦσαι,
μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.

14