Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
[ἀντ. γ.ἀλλά, θεοὶ γενέται,
κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες·
ἥβᾳ μὴ τέλεον
80 δόντες ἔχειν παρ᾽ αἶσαν,
ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες,
πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.
ἔστι δὲ κἀκ πολέμου τειρομένοις
βωμὸς ἀρῆς φυλάσιν
85 ῥῦμα, δαιμόνων σέβας.
κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες·
ἥβᾳ μὴ τέλεον
80 δόντες ἔχειν παρ᾽ αἶσαν,
ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες,
πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.
ἔστι δὲ κἀκ πολέμου τειρομένοις
βωμὸς ἀρῆς φυλάσιν
85 ῥῦμα, δαιμόνων σέβας.
[στρ. δ.εὖ δ᾽ εἴη Διόθεν παναληθῶς.
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
παντᾷ τοι φλεγέθει
κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
90 μερόπεσσι λαοῖς.
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
παντᾷ τοι φλεγέθει
κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
90 μερόπεσσι λαοῖς.
[ἀντ. δ.πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,
κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
δαυλοὶ γὰρ πραπίδων
δάσκιοί τε τείνουσιν πόροι
95 κατιδεῖν ἄφραστοι.
κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
δαυλοὶ γὰρ πραπίδων
δάσκιοί τε τείνουσιν πόροι
95 κατιδεῖν ἄφραστοι.
10