Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/52

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
[ἀντ. α.ὅντ᾽ ἐπιλεξαμένα,
50 νῦν ἐν ποιονόμοις
ματρὸς ἀρχαίας τόποις τῶν
πρόσθε πόνων μνασαμένα,
τά τε νῦν ἐπιδείξω
πιστὰ τεκμήρια γαιονόμοις,
55 τὰ δ᾽ ἄελπτά περ ὄντα φανεῖται.
γνώσεται
δὲ λόγους τις ἐν μάκει.

[στρ. β.εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
ἔγγαιος οἶκτον [οἰκτρὸν] ἀίων,
60 δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας
Μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάτου τ᾽ ἀηδόνος

[ἀντ. β.ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐργομένα
πενθεῖ μὲν οἶκτον ἠθέων·
65 ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
ὤλετο πρὸς χειρὸς ἕθεν
δυσμάτορος κότου τυχών·

[στρ. γ.τὼς καὶ ἐγὼ φιλόδυρ-
τος Ἰαονίοισι νόμοισι
70 δάπτω τὰν ἁπαλὰν
Νειλοθερῆ παρειὰν
ἀπειρόδακρύν τε καρδίαν.
γοεδνὰ δ᾽ ἀνθεμίζομαι
δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς
75 ἀερίας ἀπὸ γᾶς
εἴ τις ἐστὶ κηδεμών.

8