Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/444

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
[στρ. δ.ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
διατομαῖς οὐ φίλοις,
935 ἔριδι μαινομένᾳ,
νείκεος ἐν τελευτᾷ.

πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ
ζόα φονορύτῳ
μέμεικται· κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.
940 πικρὸς λυτὴρ νεικέων ὁ πόντιος
ξεῖνος ἐκ πυρὸς συθεὶς
θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
αν τιθεὶς ἀλαθῆ.

[ἀντ. δ.945 ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι
διοδότων ἀχθέων·
ὑπὸ δὲ σώματι γᾶς
πλοῦτος ἄβυσσος ἔσται.

ἰὼ πολλοῖς ἐπανθίσαντες
950 πόνοισι γενεάν·
τελευταῖαι δ᾽ ἐπηλάλαξαν
Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου
παντρόπῳ φυγᾷ γένους.
ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις,
955 ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-
σας ἔληξε δαίμων.

Αντιγονη
παισθεὶς ἔπαισας.

400