Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/442

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι
κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν.
διαλλακτῆρι δ᾽ οὐκ
ἀμεμφεία φίλοις,
910 οὐδ᾽ ἐπίχαρις Ἄρης.

[στρ. γ.σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσιν,
σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
τάχ᾽ ἄν τις εἴποι, τίνες;
τάφων πατρῴων λαχαί.

915 ὅδ᾽ ἁμῶν μάλ᾽ ἀχέτας τοὺς
προπέμπει δαϊκτὴρ γόος αὐ-
τόστονος, αὐτοπήμων,
δαϊόφρων [δ᾽], οὐ φιλογαθής, ἐτύμως
δακρυχέων ἐκ φρενός, ἃ
920 κλαιομένας μου μινύθει
τοῖνδε δυοῖν ἀνάκτοιν.

[ἀντ. γ.πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
ξένων τε πάντων στίχας
925 πολυφθόρους ἐν δαΐ.

δυσδαίμων σφιν ἁ τεκοῦσα
πρὸ πασᾶν γυναικῶν ὁπόσαι
τεκνογόνοι κέκληνται.
παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
930 τούσδ᾽ ἔτεχ᾽, οἱ δ᾽ ὧδ᾽ ἐτελεύ-
τασαν ὑπ᾽ ἀλλαλοφόνοις
χερσὶν ὁμοσπόροισιν.

398