Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·
795 πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις·
καλῶς ἔχει τὰ πλεῖστ᾽, ἐν ἓξ πυλώμασι·
800 τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης
ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·
795 πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις·
καλῶς ἔχει τὰ πλεῖστ᾽, ἐν ἓξ πυλώμασι·
800 τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης
ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
Χορος
τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
Αγγελος
πόλις σέσωσται· βασιλέες δ᾽ ὁμόσποροι—
πόλις σέσωσται· βασιλέες δ᾽ ὁμόσποροι—
Αγγελος
φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι—
φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι—
Χορος
οἲ ᾽γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
οἲ ᾽γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
Αγγελος
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι—
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι—
388