Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
Ετεοκλης
εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·
685 κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.
εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·
685 κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.
Χορος
[στρ. α.τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-
θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ᾽
ἔκβαλ᾽ ἔρωτος ἀρχάν.
[στρ. α.τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-
θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ᾽
ἔκβαλ᾽ ἔρωτος ἀρχάν.
Ετεοκλης
ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,
690 ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν
Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,
690 ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν
Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
Ετεοκλης
695 φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν᾽ ἀρὰ
ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
695 φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν᾽ ἀρὰ
ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
378