Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/416

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
605 ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ᾽δάμη.
οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
610 σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
615 δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις
οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,
ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
620 ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν,
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει,
ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται
παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
625 θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.

Χορος
[ἀντ. γ.κλύοντες θεοὶ δικαίας λιτὰς
ἁμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ,
δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς> γᾶς
ἐπιμόλους· πύργων δ᾽ ἔκτοθεν
630 βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.

372