Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
[ἀντ. γ.παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
ἀλγύνει κυρήσας· πικρὸν δ᾽
ὄμμα θαλαμηπόλων·
360 πολλὰ δ᾽ ἀκριτόφυρτος
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται.
δμωίδες δὲ καινοπήμονες νέαι·
τλάμον᾽ εὐνὰν αἰχμάλωτον
365 ἀνδρὸς εὐτυχοῦντος ὣς
δυσμενοῦς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίῤῥοθον.
ἀλγύνει κυρήσας· πικρὸν δ᾽
ὄμμα θαλαμηπόλων·
360 πολλὰ δ᾽ ἀκριτόφυρτος
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται.
δμωίδες δὲ καινοπήμονες νέαι·
τλάμον᾽ εὐνὰν αἰχμάλωτον
365 ἀνδρὸς εὐτυχοῦντος ὣς
δυσμενοῦς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίῤῥοθον.
Ημιχοριον
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
370 πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
370 πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
Ημιχοριον
καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος
εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα.
καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος
εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα.
Αγγελος
375 λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
375 λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
352