Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/394

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
ἱππηδὸν πλοκάμων, περιρ-
ρηγνυμένων φαρέων. βοᾷ
330 δ᾽ ἐκκενουμένα πόλις,
λαΐδος ὀλλυμένας μιξοθρόου·
βαρείας τοι τύχας προταρβῶ.

[ἀντ. β.κλαυτὸν δ᾽ ἀρτιτρόποις ὠμοδρόποις
νομίμων προπάροιθεν διαμεῖψαι
335 δωμάτων στυγερὰν ὁδόν·
τί; τὸν φθίμενον γὰρ προλέγω
βέλτερα τῶνδε πράσσειν·
πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
ἒ ἔ, δυστυχῆ τε πράσσει.
340 ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ-
ει, τὰ δὲ πυρφορεῖ· καπνῷ
[δὲ] χραίνεται πόλισμ᾽ ἅπαν·
μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας
μιαίνων εὐσέβειαν Ἄρης.

[στρ. γ.345 κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, προτὶ [πτόλιν] δ᾽ ὁρκάνα
πυργῶτις· πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ
<ἀμφὶ> δορὶ κλίνεται·
βλαχαὶ δ᾽ αἱματόεσσαι
τῶν ἐπιμαστιδίων
350 ἀρτιτρεφεῖς βρέμονται.
ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·
ξυμβολεῖ φέρων φέροντι,
καὶ κενὸς κενὸν καλεῖ,
ξύννομον θέλων ἔχειν,
355 οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι.
τἀκ τῶνδ᾽ εἰκάσαι λόγος πάρα.

350