Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
Ετεοκλης
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
οὐκοῦν τάδ᾽ ἔσται πρὸς θεῶν· ἀλλ᾽ οὖν θεοὺς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
οὐκοῦν τάδ᾽ ἔσται πρὸς θεῶν· ἀλλ᾽ οὖν θεοὺς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
Χορος
[στρ. β.μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν
220 ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽
ἁπτόμενον πυρὶ δαΐῳ.
[στρ. β.μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν
220 ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽
ἁπτόμενον πυρὶ δαΐῳ.
Ετεοκλης
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
225 μήτηρ, γυνὴ σωτῆρος· ὧδ᾽ ἔχει λόγος.
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
225 μήτηρ, γυνὴ σωτῆρος· ὧδ᾽ ἔχει λόγος.
Χορος
[ἀντ. β.ἔστι· θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα·
πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον
κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων
κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
[ἀντ. β.ἔστι· θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα·
πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον
κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων
κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
Ετεοκλης
230 ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια
θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους·
σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
230 ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια
θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους·
σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
338