Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/378

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
[στρ. γ.ἰὼ παναρκεῖς θεοί,
ἰὼ τέλειοι τέλειαί τε γᾶς
τᾶσδε πυργοφύλακες,
πόλιν δορίπονον μὴ προδῶθ᾽
170 ἑτεροφώνῳ στρατῷ.
κλύετε παρθένων κλύετε πανδίκως
χειροτόνους λιτάς.

[ἀντ. γ.ἰὼ φίλοι δαίμονες,
175 λυτήριοί <τ᾽> ἀμφιβάντες πόλιν,
δείξαθ᾽ ὡς φιλοπόλεις,
μέλεσθέ θ᾽ ἱερῶν δημίων,
μελόμενοι δ᾽ ἀρήξατε·
φιλοθύτων δέ τοι πόλεος ὀργίων
180 μνήστορες ἐστέ μοι.

Ετεοκλης
ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,
ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,
στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
185 βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
αὔειν, λακάζειν, σωφρόνων μισήματα;
μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ
ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
190 δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν.
καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
θεῖσαι διεῤῥοθήσατ᾽ ἄψυχον κάκην·
τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,
αὐτοὶ δ᾽ ὑπ᾽ αὐτῶν ἔνδοθεν πορθούμεθα.
195 τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.

334