Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
100 ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον;
πέπλων καὶ στεφέων πότ᾽ εἰ μὴ νῦν ἀμ-
φὶ λιτάν᾽ ἕξομεν;
κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.
τί ῥέξεις; προδώσεις, παλαίχθων
105 Ἄρης, τὰν τεάν;
ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδ᾽ ἔπι-
δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου
πέπλων καὶ στεφέων πότ᾽ εἰ μὴ νῦν ἀμ-
φὶ λιτάν᾽ ἕξομεν;
κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.
τί ῥέξεις; προδώσεις, παλαίχθων
105 Ἄρης, τὰν τεάν;
ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδ᾽ ἔπι-
δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου
[στρ. α.θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς·
110 ἴδετε παρθένων
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
κῦμα [γὰρ] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
115 καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
ἀλλ᾽, ὦ Ζεῦ <> πάτερ παντελές,
πάντως ἄρηξον δαΐων ἅλωσιν.
120 Ἀργέιοι δὲ πόλισμα Κάδμου
κυκλοῦνται· φόβος δ᾽ ἀρῄων ὅπλων
[δονεῖ], διὰ δέ τοι γενύων ἱππίων
κινύρονται φόνον χαλινοί.
ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ
125 δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
* * * * * * *
προσίστανται πάλῳ λαχόντες.
110 ἴδετε παρθένων
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
κῦμα [γὰρ] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
115 καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
ἀλλ᾽, ὦ Ζεῦ <> πάτερ παντελές,
πάντως ἄρηξον δαΐων ἅλωσιν.
120 Ἀργέιοι δὲ πόλισμα Κάδμου
κυκλοῦνται· φόβος δ᾽ ἀρῄων ὅπλων
[δονεῖ], διὰ δέ τοι γενύων ἱππίων
κινύρονται φόνον χαλινοί.
ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ
125 δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
* * * * * * *
προσίστανται πάλῳ λαχόντες.
330