Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/140

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
960 πολλῶν μετ᾽ ἄλλων· εἰ δέ τις μείζων χάρις,
πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
πάρεστι, λωτίσασθε. προστάτης δ᾽ ἐγὼ
ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
965 ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;

Χορος
ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι βρύοις,
δῖε Πελασγῶν.
πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον
πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον
970 καὶ βούλαρχον. τοῦ γὰρ προτέρα
μῆτις, ὅπου χρὴ δώματα ναίειν
καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
ψόγον ἀλλοθρόοις
εὔτυκος· εἴη δὲ τὰ λῷστα.
975 σύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ
βάξει λαῶν ἐγχώρων
* * * * * *
τάσσεσθε, φίλαι δμωίδες, οὕτως
ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν
Δαναὸς θεραποντίδα φερνήν.

Δαναος
980 ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
θύειν τε λείβειν θ᾽, ὡς θεοῖς, Ὀλυμπίοις,
σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς
φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·

96