Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/134

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
κάρβανος ὢν δ᾽ Ἕλλησιν ἐγχλίεις ἄγαν·
915 καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.

Κηρυξ
τί δ᾽ ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ;

Βασιλευς
ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.

Κηρυξ
πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω.

Βασιλευς
ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;

Κηρυξ
920 Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.

Βασιλευς
θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.

Κηρυξ
τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.

Βασιλευς
οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;

90