Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/124

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
795 δεικτος οἰόφρων κρεμὰς
γυπιὰς πέτρα, βαθὺ
πτῶμα μαρτυροῦσά μοι,
πρὶν δαΐκτορος βίᾳ
καρδίας γάμου κυρῆσαι;

[ἀντ. β.800 κυσὶν δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις
ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·
τὸ γὰρ θανεῖν ἐλευθεροῦ-
ται φιλαιάκτων κακῶν. [ἐλθέτω]
ἐλθέτω μόρος, πρὸ κοί-
805 τας γαμηλίου τυχών.
ἀμφυγᾶς τίν᾽ ἔτι πόρον
τέμνω γάμου λυτῆρα;

[στρ. γ.ἴυζε δ᾽ ὀμφὰν οὐρανίαν
<μέλεα> μέλη λιτανὰ θεοῖς·
810 τέλεα δέ πως πελόμενά μοι
λύσιμά τ᾽ ἄχιμά τ᾽ ἔπιδε, πάτερ,
βίαια μὴ φαιδρῶς ὁρῶν
ὄμμασιν ἐνδίκοις.
815 σεβίζου δ᾽ ἱκέτας σέθεν,
γαιάοχε παγκρατὲς Ζεῦ.

[ἀντ. γ.γένος γὰρ Αἰγύπτειον ὕβριν
δύσφορον ἀρσενογενὲς
μετά με δρόμοισι διόμενοι
820 φυγάδα μάταισι πολυθρόοις
βίαια δίζηνται λαβεῖν.
σὸν δ᾽ ἐπίπαν ζυγὸν
ταλάντου. τί δ᾽ ἄνευ σέθεν
θνατοῖσι τέλειόν ἐστιν;

80