Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
770 ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·
* * * * * *
πράξας ἀρωγήν· ἄγγελον δ᾽ οὐ μέμψεται
775 πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί.
οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·
* * * * * *
πράξας ἀρωγήν· ἄγγελον δ᾽ οὐ μέμψεται
775 πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί.
Χορος
[στρ. α.ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,
τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
μέλας γενοίμαν καπνὸς
780 νέφεσσι γειτονῶν Διός·
τὸ πᾶν δ᾽ ἄφαντος
ἀμπετὴς ἀιδνὸς ὡς
κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
[στρ. α.ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,
τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
μέλας γενοίμαν καπνὸς
780 νέφεσσι γειτονῶν Διός·
τὸ πᾶν δ᾽ ἄφαντος
ἀμπετὴς ἀιδνὸς ὡς
κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
[ἀντ. α.ἄφυκτον δ᾽ οὐκέτ᾽ ἂν πέλοι κακόν·
785 κελαινόχρως δὲ πάλλεταί μου καρδία.
πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον· οἴχομαι φόβῳ.
θέλοιμι δ᾽ ἂν μορσίμου
βρόχου τυχεῖν ἐν ἀρτάναις,
πρὶν ἄνδρ᾽ ἀπευκτὸν
790 τῷδε χριμφθῆναι χροΐ·
πρόπαρ θανούσας <δ᾽> Ἀίδας ἀνάσσοι.
785 κελαινόχρως δὲ πάλλεταί μου καρδία.
πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον· οἴχομαι φόβῳ.
θέλοιμι δ᾽ ἂν μορσίμου
βρόχου τυχεῖν ἐν ἀρτάναις,
πρὶν ἄνδρ᾽ ἀπευκτὸν
790 τῷδε χριμφθῆναι χροΐ·
πρόπαρ θανούσας <δ᾽> Ἀίδας ἀνάσσοι.
[στρ. β.πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος,
πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,
ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,
ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
78