Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/112

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
τοιγάρτοι καθαροῖσι βω-
655 μοῖς θεοὺς ἀρέσονται.

[στρ. β.τοιγὰρ ὑποσκίων
ἐκ στομάτων ποτά-
σθω φιλότιμος εὐχά,
μήποτε λοιμὸς ἀνδρῶν
660 τάνδε πόλιν κενώσαι·
μηδ᾽ ἐπιχωρίοις <ἔρις>
πτώμασιν αἰματίσαι πέδον γᾶς.
ἥβας δ᾽ ἄνθος ἄδρεπτον
ἔστω, μηδ᾽ ᾿Αφροδίτας
665 εὐνάτωρ. βροτολοιγὸς Ἄ-
ρης κέρσειεν ἄωτον.

[ἀντ. β.†καὶ γεραροῖσι πρε-
σβυτοδόκοι γεμόν-
των† θυμέλαι φλεγόντων.
670 τὼς πόλις εὖ νέμοιτο
Ζῆνα μέγαν σεβόντων,
τὸν ξένιον δ᾽ ὑπερτάτως,
ὅς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
τίκτεσθαι δ᾽ ἐφόρους γᾶς
675 ἄλλους εὐχόμεθ᾽ ἀεί,
Ἄρτεμιν δ᾽ Ἑκάταν γυναι-
κῶν λόχους ἐφορεύειν.

[στρ. γ.μηδέ τις ἀνδροκμὴς
λοιγὸς ἐπελθέτω
680 τάνδε πόλιν δαΐζων,
ἄχορον ἀκίθαριν
δακρυογόνον Ἄρη
βοάν τ᾽ ἔνδημον ἐξοπλίζων.

68